Ancient Greek
31.1 to 31.4
Arrian, Τέχνη τακτική 31.1-4
Not analysed yet
τε καὶ σαφέστατα ποιεῖσθαι. ἔστα δὲ τοῦτο, εἰ ὅσα ἂν ἀμφιβόλως δέξασθαι δυνατοὶ ὦσιν οἱ στρατιῶται, ταῦτα φυλασσόμεθα. αὐτίκα εἰ κλῖνον λέγοις προστιθεὶς τὸ ἐπὶ δόρυ ἢ ἐπʼ ἀσπίδα, οἱ ὀξέως κατακούειν εἰθισμένοι τῶν παραγγελμάτων ἄλλοι ἄλλο δεξάμενοι ἔπραξαν. οὔκουν ὧδε χρὴ λέγειν κλῖνον ἐπὶ δόρυ ἢ κλῖνον ἐπʼ ἀσπίδα, ἀλλʼ ἀναστρέψαντα ἐπὶ δόρυ κλῖνον ἤ ἐπʼ ἀσπίδα κλῖνον· οὕτω γὰρ σύμπαντες τὸ αὐτὸ ἀκούσονταί τε καὶ δράσουσιν. οὔκουν οὐδὲ μεταβαλοῦ ἢ ἐξέλιξον χρὴ παραγγέλλειν· ταῦτα γὰρ τοῦ γένους τὴν πρᾶξιν δηλοῦντα ἐπὶ διάφορα ἔργα ἄξει τοὺς ἀκούοντας. ἀλλὰ τὰ εἴδη γὰρ προτακτέον πρὸ τῶν γενῶν, οἷον ἐπὶ δόρυ μεταβαλοῦ ἢ ἐπʼ ἀσπίδα. καὶ αὖ ὧδε ἐροῦμεν τὸν Λάκωνα ἐξέλισσε, ἢ τὸν χόριον, ἢ τὸν Μακεδόνα. εἰ δὲ μὴ προσθεὶς ὅντινα, αὐτὸ μόνον ἐξέλισσε φαίης, ἄλλοι ἐπʼ ἄλλον ἐξελιγμὸν ἥξουσιν.