Ancient Greek · ~4 min
Chapter 31
Arrian, Τέχνη τακτική 31.5
Not analysed yet
οὐδὲν δὲ ὡσαύτως ἀγαθὸν ἔν τε πορείαις καὶ ἐν μάχαις ὡς σιγὴ τοῦ παντὸς στρατεύματος. καὶ τοῦτό γε καὶ Ὅμηρος ἐν τῇ ποιήσει ἐδήλωσεν· περὶ μὲν γὰρ τῶν ἡγεμόνων τῶν Ἑλλήνων φησίν κέλευε δὲ οἷσιν ἕκαστος ἡγεμόνων περὶ δὲ τῆς στρατιᾶς οἱ δʼ ἄλλοι ἀκὴν ἴσαν ʽοὐδέ κε φαίης τόσσον λαὸν ἕπεσθαι ἔχοντʼ ἐν στήθεσιν αὐδήν’ σιγῇ δειδιότες σημάντορας. τῶν δὲ δὴ βαρβάρων τὴν ἀταξίαν δηλῶσαι ἐθελήσας, κλαγγῇ καὶ ἐνοπῇ φησὶν ἰέναι τοὺς Τρῶας ἴσα καὶ ὄρνιθας. καὶ αὖ ἐν ἄλλοις ἔπεσι τῶν δʼ ὥστʼ ὀρνίθων πετεηνῶν φησίν ἔθνεα πολλά, χηνῶν ἢ γεράνων ἢ κύκνων δουλιχοδείρων. καὶ ἐπεξελθὼν τῶν ὀρνίθων τὸν θόρυβον ὣς Τρώων ἀλαλητός φησίν ἀνὰ στρατὸν εὐρὺν ὀρώρει· οὐ γὰρ πάντων ἦεν ὁμὸς θρόος οὐδʼ ἴα γῆρυς. ὑπὲρ δὲ τῶν Ἑλλήνων οἳ δʼ ἄρʼ ἴσαν σιγῇ φησίν μένεα πνείοντες Ἀχαιοί, ἐν θυμῷ μεμαῶτες ἀλεξέμεν ἀλλήλοισιν. οὕτω γὰρ οἱ μὲν ἡγεμόνες ὀξέως παραγγελοῦσιν, ἡ δὲ στρατιὰ ὀξέως δέξεται τὰ ἐνδιδόμενα.