Ancient Greek · ~2 min
38.4 to 38.5
Arrian, Τέχνη τακτική 38.4-5
Not analysed yet
αἱ μέν γε ἐπὶ μέγα διαλιποῦσαι αὐτῷ τούτῳ τὸ συνεχὲς τοῦ ἀκροβολισμοῦ ἀφανίζουσιν, αἱ δὲ ἄγαν ἐπάλληλοι τῇ ἀκριβείᾳ τῆς θεωρίας ἐμποδὼν ἵστανται τὸ δίκαιον αὐτῆς ἀφαιρούμεναι· τόν τε γὰρ ἀγαθὸν ἱππέα ἐγγὺς αὐτῷ ἐπελαύνων ὁ κακὸς ἤδη ἠφάνισεν, καὶ τοῦ κακοῦ ἄλλος αὖ ἀγαθὸς εὐσχημόνως ἐπιφερόμενος τὴν ἀπρέπειαν συνεσκίασεν. ἀλλὰ χρὴ τοῦ συνεχοῦς σῳζομένου τόν τε ἔπαινον τῷ ἀγαθῷ σῷον εἶναι καὶ πρέποντα, καὶ τῷ κακῷ τὸ ὀφειλόμενον ὄνειδος ἀποδίδοσθαι.