Ancient Greek · ~3 min
Chapter 39
Arrian, Τέχνη τακτική 39
Not analysed yet
δὶς δὲ ἀμείψαντες τὰς τάξεις τε καὶ τὰς προβολὰς καὶ τοὺς ἀκροβολισμούς τε καὶ τὰς ἐπιστροφάς, ἐπειδὰν τὴν δευτέραν τε καὶ ἀριστερὰν ἐπέλασιν ποιῶνται, οὐχ ἁπλῶς ἐγκλίναντες ἐπὶ δόρυ καὶ παρὰ τὸ βῆμα παρελάσαντες τοὺς ἵππους ἀπαλλάσσονται, ἀλλʼ οἱ ὀξύτατοι αὐτῶν ἐς τὸ ἔργον ὑπολείπονταί σφισιν ἓν ἕκαστος ἀκόντιον, οἱ δὲ ἄκροι καὶ δύο. καὶ ἐπειδὰν πελάσωσι τῷ βήματι παριππεύοντες, ἐς κύκλον μὲν ἐπέστρεψαν τὸν ἵππον, ἔτι δὲ ἐν τῇ ἐπιστροφῇ αὐτοῦ ἔχοντες ἐπὶ τὸ πέρας τοῦ πεδίου λοξὸν ἠκόντισαν, καὶ τοῦτο ὡς ἐπὶ μή κιστόν τε καὶ ὡς μάλιστα κραδαινόμενον χρὴ ἐξικέσθαι. οἳ δὲ καὶ δύο ὑπολειπόμενοι ἐπειδὰν ἐπελάσωσιν, ἤδη τὸ ὑπολειφθὲν ὑπὸ τὸν θυρεὸν, ἐγκλίναντες ὀλίγον τὴν κεφαλὴν καὶ τὴν δεξιὰν πλευράν, ὡς ἀνυστόν, περιελίξαντες ἐς τοὐπίσω σφῶν ἐξηκόντισαν. ἐπὶ τούτῳ δὲ Κανταβρική τις καλουμένη ἐπέλασις