Ancient Greek · ~2 min
Chapter 44
Arrian, Τέχνη τακτική 44.1
Not analysed yet
ταῦτα μὲν τοῖς Ῥωμαίων ἱππεῦσι τὰ συνήθη τε καὶ ἐκ παλαιοῦ ἀσκούμενα· ὁ βασιλεὺς δὲ προσεξεῦρεν καὶ τὰ βαρβαρικὰ ἐκμελετᾶν αὐτούς, ὅσα τε Παρθυαίων ἢ Ἀρμενίων ἱπποτοξόται ἐπασκοῦσι, καὶ ὅσας οἱ Σαυροματῶν ἢ Κελτῶν κοντοφόροι ἐπιστροφάς τε καὶ ἀποστροφὰς τῶν ἵππων ἐν μέρει ἐπελαυνόντων, καὶ ἀκροβολισμοὺς ἐν τούτῳ πολυειδεῖς καὶ πολυτρόπους καὶ ἀλαλαγμοὺς πατρίους ἑκάστῳ γένει, Κελτικοὺς μὲν τοῖς Κελτοῖς ἱππεῦσι, Γετικοὺς δὲ τοῖς Γέταις, Ῥαιτικοὺς δὲ ὅσοι ἐκ Ῥαιτῶν.