Ancient Greek · ~2 min
44.2 to 44.3
Arrian, Τέχνη τακτική 44.2-3
Not analysed yet
καὶ τάφρον δὲ διαπηδᾶν μελετῶσιν αὐτοῖς οἱ ἵπποι καὶ τειχίον ὑπεράλλεσθαι, καὶ ἐνὶ λόγῳ, οὐκ ἐστιν ὅτι Ῥωμαίοις τῶν τε παλαιῶν ἐπιτηδευμάτων, ὅ τι περ ἐκλελειμμένον, οὐκ ἐξ ὑπαρχῆς ἐπασκεῖται, καὶ ὅσα ἤδη προσεξεύρηται ἐκ τοῦ βασιλέως, τὰ μὲν ἐς κάλλος τὰ δὲ ἐς ὀξύτητα, τὰ δὲ ἐς ἔκπληξιν τὰ δὲ ἐς χρείαν τὴν ἐπὶ τῷ ἔργῳ. ὥστε ἐς τήνδε τὴν παροῦσαν βασιλείαν, ἣν Ἀδριανὸς εἰκοστὸν τοῦτʼ ἔτος βασιλεύει, πολὺ μᾶλλον συμβαίνειν μοι δοκεῖ τὰ ἔπη ταῦτα ἤπερ ἔς τὴν πάλαι Λακεδαίμονα ʽἔνθʼ αἰχμά τε νέων θάλλει καὶ μῶσα λίγεια, καὶ δίκα εὐρυάγυια καλῶν ἐπιτάρροθος ἔργων. ʼ