Ancient Greek · ~4 min
9.1 to 9.4
Arrian, Τέχνη τακτική 9.1-4
Not analysed yet
ὡς τοῖς μὲν τὴν σκέπην ἐκ τῶν ὅπλων εἶναι, τοῖς δὲ ὁπλίταις αὖ τὴν ὠφέλειαν ἐκ τῶν κατόπιν ἀκοντισμάτων. οὐ μὴν ἀλλὰ καὶ ἐν ἄλλῃ χώρᾳ ἤδη ψιλοὶ ἐτάχθησαν, ὁπότε τούτου δέοι, ἢ ἐπὶ κέρως ἑκατέρου, ἢ εἰ πρόβλημα εἴη τοῦ ἑτέρου κέρως ποταμὸς ἢ τάφρος ἢ θάλασσα, ἐπὶ τοῦ ἑτέρου μόνον ἐν ὑπερδεξίῳ χωρίῳ τοῦ ἀποκρούεσθαι τῶν πολεμίων τὴν ταύτῃ ἔφοδον, ἢ ἐς κώλυσιν κυκλώσεως· καὶ γὰρ αἱ τῶν ἱππέων τάξεις ἄλλοτε ἄλλῃ καθίστανται, ὅπου ἂν μέλλωσι ταχθέντες ὠφέλιμοι ἔσεσθαι. τὸ μὲν οὖν πᾶν πλῆθος τῆς στρατιᾶς ὁπόσον χρὴ εἶναι, οὐκ ἐπὶ τῷ στρατηγῷ ἑλέσθαι· τὸ δὲ παρὸν ὅπως συντάξει τε καὶ ἀσκήσει καὶ ἐκ τάξεως ἐς τάξιν ἄλλην εὐπετῶς μετακινήσει, τοῦτο ἐπασκητέον. τοσόνδε μέντοι συμβουλεύσαιμʼ ἂν τῷ στρατηγῷ, ἐκ τοῦ παντὸς πλήθους τῆς στρατιᾶς τοσούτους ἐς τὰς μάχας ἐξαγαγεῖν, ὁπόσοι ἐπιτήδειοι ἔσονται πρὸς τὰς μεταβολάς τε τῶν τάξεων καὶ τὰς μετακινήσεις, οἷον διπλασιασμοὺς καὶ πολυπλασιασμοὺς καὶ πτύξεις καὶ ἐξελιγμοὺς ἢ εἰ δή τινες ἄλλαι μεταβολαὶ τάξεων.