Ancient Greek · ~2 min
Book 4, Chapter 26
Arrian, Ἀλεξάνδρου Ἀνάβασις 4.26.4
Not analysed yet
πρῶτοι δὲ οἱ ἱππακοντισταί τε αὐτῷ καὶ οἱ Ἀγριᾶνες καὶ οἱ τοξόται ἐκδραμόντες ξυνέμιξαν τοῖς βαρβάροις· αὐτὸς δὲ τὴν φάλαγγα ἐν τάξει ἦγεν. οἱ δὲ Ἰνδοὶ τῷ τε παραλόγῳ ἐκπλαγέντες καὶ ἅμα ἐν χερσὶ γεγενημένης τῆς μάχης ἐγκλίναντες ἔφευγον ἐς τὴν πόλιν. καὶ ἀπέθανον μὲν αὐτῶν ἀμφὶ τοὺς διακοσίους, οἱ δὲ λοιποὶ ἐς τὰ τείχη κατεκλείσθησαν. καὶ Ἀλέξανδρος προσῆγε τῷ τείχει τὴν φάλαγγα, καὶ ἐντεῦθεν τοξεύεται μὲν ἀπὸ τοῦ τείχους ἐς τὸ σφυρὸν οὐ χαλεπῶς.