Ancient Greek
Book 4, Chapter 26
Arrian, Ἀλεξάνδρου Ἀνάβασις 4.26.5
Not analysed yet
ἐπαγαγὼν δὲ τὰς μηχανὰς τῇ ὑστεραίᾳ τῶν μὲν τειχῶν τι εὐμαρῶς κατέσεισε, βιαζομένους δὲ ταύτῃ τοὺς Μακεδόνας ᾗ παρέρρηκτο τοῦ τείχους οὐκ ἀτόλμως οἱ Ἰνδοὶ ἠμύνοντο, ὥστε ταύτῃ μὲν τῇ ἡμέρᾳ ἀνεκαλέσατο τὴν στρατιάν. τῇ δὲ ὑστεραίᾳ τῶν τε Μακεδόνων αὐτῶν ἡ προσβολὴ καρτερωτέρα ἐγίγνετο καὶ πύργος ἐπήχθη ξύλινος τοῖς τείχεσιν, ὅθεν ἐκτοξεύοντες οἱ τοξόται καὶ βέλη ἀπὸ μηχανῶν ἀφιέμενα ἀνέστελλεν ἐπὶ πολὺ τοὺς Ἰνδούς. ἀλλʼ οὐδὲ ὣς βιάσασθαι εἴσω τοῦ τείχους οἷοί τε ἐγένοντο.