Ancient Greek · ~2 min
Book 6, Chapter 17
Arrian, Ἀλεξάνδρου Ἀνάβασις 6.17.4
Not analysed yet
τὴν δὲ ἄλλην στρατιάν, ὅση γε μὴ ξὺν αὐτῷ κατέπλει ὡς ἐπὶ θάλασσαν, . . . Ἡφαιστίων ἐπετάχθη, Πείθωνα δὲ τούς τε ἱππακοντιστὰς ἄγοντα καὶ τοὺς Ἀγριᾶνας ἐς τὴν ἐπέκεινα ὄχθην τοῦ Ἰνδοῦ διαβιβάσας, οὐχ ᾗπερ Ἡφαιστίων τὴν στρατιὰν ἄγειν ἤμελλε, τάς τε ἐκτετειχισμένας ἤδη πόλεις ξυνοικίσαι ἐκέλευσε καὶ εἰ δή τινα νεωτερίζοιτο πρὸς τῶν ταύτῃ Ἰνδῶν καὶ ταῦτα ἐς κόσμον καταστήσαντα ξυμβάλλειν οἱ ἐς τὰ Πάταλα.