Ancient Greek · ~2 min
6.17.5 to 6.17.6
Arrian, Ἀλεξάνδρου Ἀνάβασις 6.17.5-6
Not analysed yet
ἤδη δὲ τρίτην ἡμέραν αὐτῷ τοῦ πλοῦ ἔχοντι ἐξαγγέλλεται ὅτι ὁ τῶν Πατάλων ὕπαρχος ξυλλαβὼν τῶν Παταλέων τοὺς πολλοὺς ἀποδεδρακὼς οἴχοιτο ἀπολιπὼν τὴν χώραν ἔρημον· καὶ ἐπὶ τούτῳ πλείονι ἢ πρόσθεν σπουδῇ κατέπλει Ἀλέξανδρος. ὡς δὲ ἄφίκετο ἐς τὰ Πάταλα, τήν τε πόλιν καὶ τὴν χώραν ἔρημον καταλαμβάνει τῶν ἐνοικούντων τε καὶ ἐπεργαζομένων. ὁ δὲ κατὰ δίωξιν τῶν φευγόντων ἐκπέμψας τῆς στρατιᾶς τοὺς κουφοτάτους, ἐπεί τινες αὐτῶν ξυνελήφθησαν, ἀποπέμπει τούτους παρὰ τοὺς ἄλλους, ἐντειλάμενος ἐπανιέναι θαρροῦντας· εἶναι γὰρ αὐτοῖς τήν τε πόλιν οἰκεῖν ὡς πρόσθεν καὶ τὴν χώραν ἐργάζεσθαι. καὶ ἐπανῆλθον οἱ πολλοὶ αὐτῶν.