Ancient Greek · ~2 min
Book 1
Artemidorus, Onirocriticon 1.18
Not analysed yet
Τρίχας ἔχειν μεγάλας καὶ καλὰς καὶ ἐπʼ αὐταῖς ἀγάλλεσθαι ἀγαθὸν μάλιστα γυναικί· ὑπὲρ γὰρ εὐμορφίας ἔστιν ὅτε καὶ ἀλλοτρίαις θριξὶν αἱ γυναῖκες χρῶνται. ἀγαθὸν δὲ καὶ ἀνδρὶ σοφῷ καὶ ἱερεῖ καὶ μάντει καὶ βασιλεῖ καὶ ἄρχοντι καὶ τοῖς περὶ τὸν Διόνυσον τεχνίταις· τούτων γὰρ οἷς μὲν ἔθος ἐστὶ κομᾶν, οἷς δὲ τὸ ἐπιτήδευμα κομᾶν ἐπιτρέπει. ἀγαθὸν δὲ καὶ τοῖς λοιποῖς πλὴν ἧττον αὐτὸ γὰρ μόνον εὐπορίαν σημαίνει οὐχ ἡδεῖαν ἀλλʼ ἐπίμοχθον διὰ