Ancient Greek · ~2 min
1.19 to 1.20
Artemidorus, Onirocriticon 1.19-20
Not analysed yet
τὸ πολλοῦ καμάτου δεῖν εἰς τὴν κομιδὴν τῶν μεγάλων τριχῶν. αἱ δὲ μεγάλαι μὲν ἀτημέλητοι δὲ τρίχες, ὡς μὴ δοκεῖν κόμην εἶναι ἀλλὰ τρίχωμα, πᾶσιν ἀνθρώποις πένθη τε καὶ λύπας δηλοῦσι· κομεῖν μὲν γὰρ τὸ ἐπιμελεῖσθαί ἐστιν, ἣ δὲ ἀτημέλητος ἐν συμφοραῖς αὔξεται, θρίξ. Τὸ δὲ δοκεῖν χοιρείας ἔχειν τρίχας κινδύνους ἐπάγει βιαίους καὶ τοιούτους, οἵοις ὑποπίπτει τὸ ζῷον, λέγω δὲ ὁ χοῖρος. ἱππείας δὲ ἔχειν τρίχας δουλείαν καὶ ταλαιπωρίαν σημαίνει τοῖς εὖ γεγονόσι. δούλοις δὲ καὶ δεσμὰ περιτίθησιν· ὡς γὰρ ἐπὶ τὸ πολὺ χαίτη ἱππεία δεσμεύεται.