Ancient Greek · ~1 min
Book 1
Artemidorus, Onirocriticon 1.23
Not analysed yet
Μέτωπον ὑγιὲς καὶ εὔσαρκον παντὶ ἀγαθὸν καὶ παρρησίαν καὶ εὐανδρίαν σημαίνει, τὸ δὲ ἡλκωμένον ἢ νοσοῦν αἰσχύνην ἅμα καὶ βλάβην δηλοῖ. χάλκεον δὲ ἢ σιδήρεον ἢ λίθινον μέτωπον δοκεῖν ἔχειν τελώναις καὶ καπήλοις καὶ τοῖς μετὰ ἀναιδείας ζῶσιν μόνοις συμφέρει, τοῖς δὲ λοιποῖς μῖσος ἐργάζεται.