Ancient Greek
Book 1
Artemidorus, Onirocriticon 1.22
Not analysed yet
Ξυρᾶσθαι δὲ δοκεῖν τὴν κεφαλὴν ὅλην Αἰγυπτίων θεῶν ἱερεῦσι καὶ γελωτοποιοῖς καὶ τοῖς ἔθος ἔχουσι ξυρᾶαθαι ἀγαθόν, πᾶσι δὲ τοῖς ἄλλοις πονηρόν. τὰ γὰρ αὐτὰ τῇ ψιλώσει σημαίνει, βιαιότερα δὲ ἐπάγει καὶ σύντομα τὰ κακά. πλέουσι δὲ διαρρήδην ναυάγιον σημαίνει καὶ νοσοῦσιν εἰς ἔσχατον ἐλάσαι κίνδυνον πλὴν οὐκ ἀποθανεῖν· ναυαγήσαντες μὲν γὰρ καὶ ἐκ μεγάλης ἀναστάντες νόσου ξυρῶνται οἱ ἄνθρωποι, ἀποθανόντες δὲ οὔ. κείρεσθαι δὲ ὑπὸ κουρέως ἀγαθὸν πᾶσιν ἐπίσης· ἔστι γὰρ ὡς εἰπεῖν ἀπὸ τοῦ καρῆναι καὶ τὸ χαρῆναι ἐκδέξασθαι κατὰ παραλλαγὴν στοιχείου, καὶ μέντοι καὶ ἐν περιστάσει πονηρᾷ ἢ σημφορᾷ τινι καθεστὼς κείρεται οὐδείς, ἀλλʼ οἷς μάλιστα εὐπρεπείας μέλει, οὗτοι κείρονται· μέλει δὲ εὐπρεπείας ἀλύποις τε καὶ οὐκ ἀπόροις. τὸ δὲ ὑπὸ κουρέως πρόσκειται, ἐπεὶ εἴ τις ἑαυτὸν κείροι οὐκ ὢν κουρεύς, τῶν ἰδίων πένθη ἢ αἰφνίδιόν τινα συμφορὰν μεγάλων κακῶν ἀνάπλεων σημαίνει· οἱ γὰρ ἐν τοιούτοις γενόμενοι ἑαυτοὺς περικείρουσι. τὸ δὲ ὀνυχίζεσθαι χρεώστῃ μὲν ἀποδοῦναι τόκον σημαίνει, τοῖς δὲ λοιποῖς βλάβην ἀπὸ τῶν ὀνυχισάντων, ἐάν γε ἴδωσιν ἑαυτοὺς ὑπʼ ἄλλων τινῶν ὀνυχισθέντας· καὶ γὰρ ἐν τῇ συνηθείᾳ ὀνυχίζεσθαί φαμεν τὸν ἐπὶ βλάβῃ ὑπό τινος ἐξαπατηθέντα. περὶ δὲ τοῦ κτενίζεσθαι καὶ ἐμπλέκεσθαι τὴν κεφαλὴν καὶ ἐσοπτρίζεσθαι καὶ τῶν τούτοις ἀκολούθων ἐν τῷ δευτέρῳ ἐπιμνησθήσομαι βιβλίῳ, ἐπειδὰν περὶ κόσμου παντὸς ἀνδρείου καὶ γυναικείου λέγω.