Ancient Greek · ~6 min
Book 1
Artemidorus, Onirocriticon 1.32
Not analysed yet
Γλῶσσαν σύμμετρον ἔχειν καὶ κατάλληλον τῷ στόματι καὶ τρανὸν φθέγγεσθαι πᾶσιν ἀγαθόν, τὸ δὲ μὴ δύνασθαι φθέγγεσθαι ἢ τὴν γλῶσσαν δεδεμένην ἔχειν ἀπραξίαν ἅμα καὶ πενίαν σημαίνει· παραιρεῖται γὰρ καὶ τὴν τῶν λόγων παρρησίαν ἡ πενία. εἴποι δʼ ἄν τις ἐνταῦθα καὶ τὸ Θεόγνιδος πᾶς γὰρ ἀνὴρ πενίῃ δεδμημένος οὔτε τι εἰπεῖν οὐθʼ ἕρξαι δύναται. γλῶσσα δέ οἱ δέδεται. γλῶσσα δὲ οἰδήσασα γυναικὶ τῇ τοῦ ἰδόντος νόσον σημαίνει, ἐὰν ἔχῃ· εἰ δὲ μή, αὐτῷ. καὶ ὑπὲρ τὸ στόμα πίπτουσα ἀπὸ προπετείας λόγων βλάβην σημαίνει, πολλάκις δὲ καὶ τὴν γυναῖκα τοῦ ἰδόντος μοιχάδα οὖσαν διέβαλε. τὸ δὲ δοκεῖν τρίχας ἔχειν ἐκ τῆς γλώττης πεφυκυίας εἴτε λευκὰς εἴτε μελαίνας οὐκ ἀγαθὸν ἂν εἴη. καίτοι λέγουσι τοῖς ἀπὸ λόγων ποριζομένοις ἀγαθὸν εἶναι. ἡμεῖς δὲ ἐτηρήσαμεν πᾶσι κακὰν τὸ τοιοῦτο γενόμενον· οὐδὲν γὰρ τῶν μὴ ἀργῶν καὶ ἀτριβῶν φύει τρίχας, δεῖ δὲ τὴν γλῶτταν μὴ ἀργὴν ἔχειν. καὶ αἱ μέλαιναι μὲν θᾶττον ἐπάγουσιν αἱ δὲ λευκαὶ βράδιον τὰ ἀποτελέσματα. ὅσα δὲ ἐτήρησα περὶ τοῦ ὀνείρου τούτου, ταῦτα γράφω. τοῖς μὲν διὰ φωνῆς ἐργαζομένοις σχολὴν πρὸς λόγους ἡ γλῶσσα ἔσχε, τοῖς δὲ λοιποῖς πρὸς τροφάς· ἢ γὰρ ἐνόσησαν πολλῷ χρόνῳ καὶ οὐκ ἐχρήσαντο ταῖς κατὰ τὸ ἔθος τροφαῖς, ἢ ἤδη νοσήσαντες ἀπέθανον. μαρτυρήσειε δʼ ἂν καὶ Ἀπολλώνιος ὁ Ἀτταλεὺς ἐν τῷ δευτέρῳ τῆς ἑαυτοῦ συντάξεως πολλὰ περὶ τοῦ ὀνείρου τούτου λέγων. οὐδὲν δὲ διαφέρει ἐξ αὐτῆς τῆς γλώσσης πεφυκέναι τὰς τρίχας ἢ ἐκ τῆς ὑπερῴας ἢ ἐκ τῶν οὔλων ἐκ τῶν ὀδόντων ἢ ἐκ τῶν χειλῶν· τὸ γὰρ αὐτὸ σημαίνουσιν.