Ancient Greek · ~6 min
Book 1
Artemidorus, Onirocriticon 1.33
Not analysed yet
Αἷμα ἐμεῖν πολὺ μὲν καὶ εὔχρουν καὶ μὴ διεφθορὸς ἀγαθὸν πένητι, πρόσκτησιν γὰρ σημαίνει καὶ περιουσίαν χρημάτων, ὅτι τὸν ἴσον ἔχει λόγον τῷ αἵματι τὸ ἀργύριον, ὡς καὶ οἱ παλαιοὶ ἄνδρες σοφοὶ διέλαβον· ἀγαθὸν δὲ καὶ ἄπαιδι καὶ τῷ συγγενῆ ἀπόδημον ἔχοντι· ὁ μὲν γὰρ τέκνον γενόμενον ὁ δὲ συγγεν ἀνακομισθέντα ἀπὸ τοῦ αὐτοῦ αἵματος ὄντας ἑκατέρους ὄψονται. ἀλλʼ εἰ μὲν εἰς ἀγγεῖον ῥέοι τὸ αἷμα, τραφήσεται μὲν ὁ παῖς, ζήσεται δὲ καὶ ὁ ἀπόδημος μετὰ τὴν ἀνακομιδήν· εἰ δὲ χαμαὶ ῥέοι, ἀμφότεροι τεθνήξονται· καὶ ὁ ἀπόδημος εἰς τὴν ἑαυτοῦ πορεύσεται ,τοῦτʼ ἔστιν εἰς τὴν γῆν, ἥτις ἐστὶ κοινὴ πάντων πατρίς. αἷμα φερόμενον ἰδεῖν ἄτοπον τῷ λανθάνειν βουλομένῳ· ἐλεγχθήσεται γάρ. τὸ δὲ διεφθορὸς αἷμα πᾶσιν ἐπίσης νόσον σημαίνει. τὸ δὲ ὀλίγον σφόδρα, ὥστε μὴ ἐμεῖν δοκεῖν ἀλλὰ πτύειν, πρὸς τοὺς οἰκείους ἐτηρήσαμεν στάσιν σημαῖνον. χολὴν δὲ φλέγμα ἐμεῖν τῷ μὲν ὄντι ἐν συμφορᾷ τινι ἀνία ἢ νόσῳ ἀνάπαυλαν τῶν ἐνεστώτων σημαίνει κακῶν· πάντα γὰρ τὰ τοιαῦτα ἀποκριθέντα οὐκέτι ἐνοχλεῖ. τῷ δὲ κατὰ προαίρεσιν ἀναστρεφομένῳ πρότερον ἐπάγει τι τῶν δεινῶν καὶ τότε ἀπαλλάσσει. τροφὴν δὲ ἐμεῖν βλάβην σημαίνει ἡντιναοῦν διὰ τὴν τοῦ σώματος ἀτροφίαν. τὰ δὲ ἑαυτοῦ ἔντερα σπλάγχνα διὰ τοῦ στόματος ἀποκρίνειν τέκνων ὄλεθρον καὶ ἀνδρὶ καὶ γυναικὶ προαγορεύει, τοῖς δὲ ἄπαισι τῶν ὄντων αὐτοῖς τὸ κράτιστον ἀπολέσαι σημαίνει· νοσοῦντι δὲ θάνατον μαντεύεται τὸ ὄναρ. τούτων τὰς αἰτίας ὁ ἐπιὼν παρέξει λόγος.