Ancient Greek · ~11 min
Book 1
Artemidorus, Onirocriticon 1.35
Not analysed yet
Ἀφῃρῆσθαι δὲ δοκεῖν τῆς κεφαλῆς εἴτε ἐκ καταδίκης εἴτε ὑπὸ λῃστῶν εἴτε ἐν μονομαχίᾳ εἴτε οἱῳδήποτε τρόπῳ (οὐ γὰρ διαφέρει) πονηρὸν τῷ γονεῖς ἔχοντι καὶ τῷ τέκνα· γονεῦσι μὲν γὰρ ἔοικεν ἡ κεφαλὴ διὰ τὸ τοῦ ζῆν αἰτίαν εἶναι· τέκνοις δὲ διὰ τὸ πρόσωπον καὶ τὴν εἰκόνα. ἤδη δέ τινες καὶ γυναικὸς καὶ φίλου καὶ οἰκονόμου ἀγαθοῦ ἐπὶ τούτῳ τῷ ὀνείρῳ ἐστερήθησαν καὶ οὐκέτι ἔσχον τὸ ἐπιβλέπον τὰ κτήματα πρόσωπον. καί τις οἰκίαν ἔχων ἀπώλεσε τὴν οἰκίαν· καὶ γὰρ ἡ κεφαλὴ ὡς εἰπεῖν οἶκός ἐστι τῶν αἰσθήσεων. εἰ δέ τις ὁμοῦ πάντα ταῦτα ἔχοι, φανερὸν ὅτι μὴ εἰς πάντα ἀποβήσεται τὸ ὄναρ, ἀλλʼ, ὡς ἐγὼ ἐτήρησα, εἰς τὸν μᾶλλον ἐσπουδασμένον καὶ φιλούμενον καὶ ἀναγκαῖον ὄντα τῷ ἰδόντι. ἀγαθὸν δὲ τὸ ὄναρ τοῦτο τῷ φεύγοντι θανάτου δίκην· ὅσα γὰρ ἅπαξ περί τινα γίνεται καὶ ἀδύνατόν ἐστι δὶς αὐτὰ γενέσθαι, ταῦτα ὄναρ γενόμενα οὐκέτι ἔσται· ἔφθασε γὰρ γενέσθαι. τραπεζίταις δὲ καὶ δανεισταῖς καὶ ἐρανάρχαις καὶ ναυκλήροις καὶ ἐμπόροις καὶ πᾶσι τοῖς χρήματα συνάγουσιν ἀπώλειαν τῶν κεφαλαίων διὰ τὸ ὁμώνυμον σημαίνει. ἀγαθὸν δὲ καταχρέοις διὰ τὰ αὐτά. ὁ δὲ ἐπὶ ξένης ὢν εἰς τὴν ἑαυτοῦ κατέλθοι ἄν, καὶ ὁ περὶ γῆς δίκην ἔχων νικήσει· ἀφαιρεθεῖσα γὰρ ἡ κεφαλὴ εἰς τὴν γῆν πίπτει καὶ ἐν αὐτῇ μένει καὶ τῷ λοιπῷ σώματι παρέχει τὸ μηκέτι λυπεῖσθαι. δούλῳ δὲ ἐν πίστει μὲν ὄντι τῆς πίστεως παραλυθῆναι σημαίνει· οὐ γάρ τις πρὸ καταγνώσεως τραχηλοκοπεῖται ἢ ὅτι μὴ ἔχων κεφαλὴν οὐ πιστεύεται· ‘ἀκέφαλον’ γὰρ λέγομεν τὸν ἄτιμον· τοῖς δὲ λοιποῖς πᾶσιν ἐλευθερίαν σημαίνει τὸ ὄναρ· κυρία γὰρ τοῦ σώματος οὖσα ἡ κεφαλὴ ἐπειδὰν ἀφαιρεθῇ, χωυρισθέντα τοῦ δεσπότου τὸν οἰκέτην ἐλεύθερον σημαίνειἔσεσθαι. πολλοὶ δὲ αὐτὸ μόνον ἐπράθησαν. ἐν δὲ ταῖς περὶ ἐπιτιμίας ἢ χρημάτων δίκαις καταδίκην μαντεύεται τὸ ὄναρ, καὶ ἡ αἰτία φανερά. εἰ δέ τις πλέων ἴδοι τὸν ὄνειρον τοῦτον, ἀπολεῖσθαι τοῦ πλοίου τὴν ἱστοκεραίαν σημαίνει, εἰ μὴ τῶν ναυτῶν τις εἴη ὁ ἑορακώς· ἐπὶ γὰρ τούτων ἐτήρησα τοῖς ἄρχουσι θάνατον σημαῖνον· ἄρχει δὲ περινέου μὲν ὁ τοίχαρχος, τοιχάρχου δὲ ὁ πρῳρεύς, πρῳρέως δὲ ὁ κυβερνήτης, κυβερνήτου δὲ ὁ ναύκληρος· ἐπὶ δὲ τῶν ἐμπόρων καὶ ἐπιβατῶν κεφαλὴν ἄν τις λέγοι τὴν ἱστοκεραίαν. οἶδα δέ τινα, ὅς ἔδοξε τετραχηλοκοπῆσθαι καὶ ὢν Ἕλλην ἔτυχε τῆς Ῥωμαίων πολιτείας καὶ οὕτως ἀφῃρέθη τοῦ προτέρου ὀνόματός τε καὶ ἀξιώματος. Δύο δὲ ἔχειν κεφαλὰς ἢ τρεῖς ἀγαθὸν ἀθλητῇ τοσούτους γὰρ ἀγῶνας στεφανωθήσεται. ἀγαθὸν δὲ καὶ πένητι· πρὸς γὰρ τῷ πολλὰ κεφάλαια κτήσασθαι καὶ οὐσίαν περιβάλλεσθαι πολλὴν καὶ παῖδες αὐτῷ ἀγαθοὶ καὶ γυνὴ καταθύμιος ἔσται. πλουσίῳ δὲ ἐπανάστασιν σημαίνει ἔκ τινων συγγενῶν. καὶ ἐὰν μὲν ἡ προτέρα ὑπερέχῃ κεφαλή, οὐ καθελοῦσιν αὐτὸν οἱ ἐπαναστάντες ἐὰν δὲ ὑπερέχηται, κίνδυνον αὐτῷ καὶ θάνατον σημαίνει.