Ancient Greek
Book 1
Artemidorus, Onirocriticon 1.36
Not analysed yet
Ἀπεστραμμένην ἰδεῖν τὴν ἑαυτοῦ κεφαλήν, ὥστε τὰ ὀπίσω βλέπειν, κωλύει μὲν τῆς ἑαυτοῦ μετανίστασθαι πατρίδος μετάνοιαν ἐπὶ τῇ ἀποδημίᾳ προαγορεῦον, κωλύει δὲ καὶ πᾶν ὁτιοῦν πράττειν ἄλλο· οὐ γὰρ τὰ νῦν κεχαρισμένα ἀλλὰ τὰ μέλλοντα βλέπειν κελεύει. τοῖς δʼ ἐπὶ ξένης οὖσι τὴν εἰς οἶκον ἀνακομιδὴν προαγορεύει ὀψὲ καὶ παρὰ προσδοκίαν· ἰδεῖν γὰρ καὶ παρὰ δύναμιν σημαίνει τὴν οἰκείαν.