Ancient Greek
Book 1
Artemidorus, Onirocriticon 1.42
Not analysed yet
Χεῖρες εὔτονοι καὶ καλαὶ εὐπραξίαν σημαίνουσι μάλιστα χειροτέχναις καὶ τοῖς διὰ δόσεως καὶ λήψεως ποριζομένοις· φοβουμένῳ δὲ δεθῆναι οὐκ ἄφοβον τὸ ὄναρ. ἤδη δὲ κατὰ μέρος περὶ τῶν χειρῶν ἐρῶ. ὅ τι ἂν οἱ βραχίονες πάθωσι, πένθος σημαίνουσιν· ὅ τι δʼ ἂν οἱ πήχεις, παραλύουσι τῶν ἐν χερσὶ πραγμάτων καὶ τῶν ὑπηρετούντων στερίσκουσιν. ἤκουσα δέ τινος τῶν περὶ ταῦτα δεινῶν λόγον λέγοντος ἐμοὶ μὲν ἀρέσκοντα, ἐπεὶ καὶ ταῖς ἀποβάσεσιν ἀκόλουθον ὄντα εὗρον αὐτόν· εἰ δέ τῳ μὴ πιθανὰ δοκῶ λέγειν, οἷς ἀρέσκεται χρήσθω. σημαίνειν γὰρ ἔφη τὴν μὲν δεξιὰν χεῖρα τὰ ποριζόμενα τὴν δὲ εὐώνυμον τὰ πεπορισμένα· ἡ μὲν γὰρ πρὸς τὸ λαβεῖν ἕτοιμος, ἡ δὲ ἐπιτήδειος πρὸς τὸ φυλάξαι. ἔστι δὲ παλαιὰ διαίρεσις καὶ ἀληθὴς καὶ ἥδε. σημαίνει ἡ μὲν δεξιὰ χείρ υἱὸν πατέρα φίλον καὶ ὃν ἐν τῇ συνηθείᾳ καταχρώμενοι λέγομεν ὅτι ἡ δεξιὰ χείρ ἐστι τοῦ δεῖνος· ἡ δὲ εὐώνυμος γυναῖκα μητέρα ἀδελφὴν θυγατέρα δούλην. ὁποτέρας οὖν ἄν τις δόξῃ ἀφῃρῆσθαι, στερηθήσεταί τινος τῶν ὑπʼ αὐτῆς σημαινομένων. κοινῇ δὲ αἱ χεῖρες ἀμφότεραί σημαίνουσί τέχνας χειρόγραφα λόγους· τέχνας μὲν ἐπεὶ διὰ χειρῶν αἱ τέχναι, χειρόγραφα δὲ ὅτι καὶ αὐτὰ χεῖρες λέγονται, λόγους δὲ ἐπεὶ ἅμα τοῖς λόγοις αἱ χεῖρες κινοῦνται. ὅτι μὲν γὰρ ναύταις καὶ ὀρχησταῖς καὶ θαυματοποιοῖς μὴ ἔχειν χεῖρας οὐκ ἀγαθόν, ἐπειδὴ ἄνευ τούτων οὐχ οἷοί τέ εἰσιν ἐργάζεσθαι, δῆλον δήπουθέν ἐστι πᾶσιν. Δάκτυλοι χειρῶν ἀποβαλλόμενοι πάντες ἢ ἐκ μέρους βλάβας σημαίνουσι καὶ ὑπηρετῶν ἀπώλειαν, γραφεῦσι δὲ καὶ φιλολόγοις σχολὴν καὶ ἀργίαν, τοῖς δὲ ὀφείλουσι πλέον τοῦ δέοντος ἀποδοῦναι καὶ τοῖς δανείζουσιν ἧττον ἀπολαβεῖν. οἶδα δέ τινα, ὃς μέλλων δανείζεσθαι ἔδοξε δακτύλους οὐκ ἔχειν. τούτῳ ὁ δανειστὴς καὶ μὴ γράψαντι ἐπίστευσεν. Πλείονας ἔχειν δακτύλους τἀναντία σημαίνει τῷ δοκεῖν ἥττονας ἔχειν· ὅσοι γὰρ προσγίνονται τοῖς κατὰ φύσιν δακτύλοις, αὐτοί τε ἅμα εἰσὶν ἀργοὶ καὶ τοὺς ἐξ ὧν πεφύκασιν ἀργοὺς ποιοῦσι. πλανώμενοι δέ τινες ἀγαθὸν ὑπέλαβον εἶναι τὸ τοιοῦτο. Τρίχας ἔχειν ἐκ τῶν χειρῶν πεφυκυίας ἀπὸ μὲν τῶν καρπῶν δεσμὰ σημαίνει, ἀπὸ δὲ τῶν πλατειῶν τῶν ἐντὸς σχολὴν καὶ ἀγρίαν πᾶσι σημαίνει, μάλιστα δὲ γεωργοῖς καὶ χειροτέχναις· οὐκέτι γὰρ περὶ τὰ ἔργα τριβομένων τῶν χειρῶν οὐδὲ πυκνουμένης τῆς ἐπιφανείας εἰκὸς ἂν εἴη καὶ τρίχας ἀναφανῆναι. Πολλὰς χεῖρας ἔχειν ἀγαθὸν χειροτέχνῃ· οὐ γὰρ παύσεται ἐργαζόμενος· τρόπον γάρ τινά φησιν αὐτῷ τὸ ὄναρ ‘δεῖ σοι χειρῶν πλειόνων διὰ τὸ τῶν ἔργων πλῆθος. ʼ ἀγαθὸν δὲ καὶ τοῖς δικαιοπραγοῦσι· πρόσκτησιν γὸρ καὶ τέκνων καὶ οἰκετῶν σημαίνει καὶ χρημάτων ὁ ὄνειρος, ὡς πολλάκις ἐτήρησα· κακούργοις δὲ δεσμὰ καὶ οὕτως περὶ ἓν σῶμα πολλὰς γενέσθαι χεῖρας σημαίνει.