Ancient Greek · ~2 min
Book 1
Artemidorus, Onirocriticon 1.43
Not analysed yet
Λαγόνας καὶ ὑπογάστριον καὶ πάντα τὰ μέχρι βουβώνων τὴν τοῦ σώματος ἰσχύν τε καὶ ὕπαρξιν σημαίνειν νομιστέον. τοιγαροῦν ἐάν τι ταῦτα τὰ μέρη πάθῃ, νόσον μέν τῷ σώματι, ἔνδειαν δὲ κατὰ τὸν βίον προαγορεύει. αὐτὸς δέ ὁ ὀμφαλὸς ὄντων μὲν γονέων τοὺς γονεῖς, οὐκ ὄντων δέ τὴν πατρίδα σημαίνει, ἧς ἐξέφυ τις καὶ ἐξεγένετο, ὥσπερ καὶ τοῦ ὀμφαλοῦ. ἐὰν οὖν τι περὶ τὸν ὀμφαλὸν δυσχερὲς γένηται, στερηθῆναι γονέων ἢ τῆς πατρίδος σημαίνει, καὶ τὸν ἐπὶ ξένης ὄντα οὐκ ἐπανάγει.