Ancient Greek
Book 1
Artemidorus, Onirocriticon 1.44
Not analysed yet
Ἀνατετμῆσθαι δοκεῖν καὶ ἰδεῖν τὰ ἐντὸς ἑαυτοῦ κατὰ φύσιν καὶ ἕκαστον κοσμίως κείμενον ἀγαθὸν ἄπαιδι καὶ πένητι· ὁ μέν γὰρ ὄψεται παῖδας ἰδίους, ὁ δὲ κτήματα· καὶ γὰρ οἱ παῖδες σπλάγχνα λέγονται ὡς ἐντόσθια, καὶ ὥσπερ οἴκῳ κτήματα, οὕτω τὰ σπλάγχνα ταῖς λαγόσιν ἔγκειται. πλουσίῳ δέ καὶ παντὶ τῷ λανθάνειν πειρωμένῳ ἀσχημοσύνην καὶ ἔλεγχον μαντεύεται. δεινὸν δέ πᾶσι τὸ ὑπό τινος κατανοεῖσθαι τὰ σπλάγχνα· πραγμάτων γὰρ πονηρῶν καὶ δικῶν ἐπαγογὴν σημαίνει καὶ τὰ κρυπτὰ ἐλέγχει. ἀνατμηθέντα δέ δοκεῖν κενὸν εἶναι, μηδενὸς τῶν σπλάγχνων ἐντὸς ὄντων, ἔρημον τὸν οἶκον τοῦ ἰδόντος ἔσεσθαι σημαίνει καὶ τέκνων ὄλεθρον καὶ τῷ νοσοῦντι θάνατον. ἀγαθὸν δʼ ἄν εἴη μόνῳ τῷ ἐν πολλοῖς κακοῖς ὄντι καὶ ἀνιωμένῳ· τῶν γὰρ ἐν ποσὶ κακῶν παῦλαν προσημαίνει· ὁ γὰρ τὰ περιεκτικὰ τῶν φροντίδων ἀπολέσας εἰκότως ἄλυπός ἐστιν. ἔτι κἀκεῖνο χρὴ σκοπεῖν· ἡ καρδία γυναῖκα σημαίνει ἀνδρὸς ἰδόντος, ἄνδρα δὲ γυναικὸς ἰδούσης διὰ τὸ τὴν ὅλην τοῦ σώματος ἔχειν διοίκησιν. καὶ τὸν θυμὸν τοῦ ἰδόντος καὶ τὸ πνεῦμα· τούτων γάρ ἐστι περιεκτική. καὶ ὁ πνεύμων ὁμοίως. ἧπαρ δὲ τέκνον καὶ βίον καὶ φροντίδας, χολὴ δὲ τὸν θυμὸν καὶ χρήματα καὶ γυναῖκα, σπλήν δὲ ἡδονὰς καὶ γέλωτα καὶ τὰ ἔπιπλα τῶν σκευῶν, κοιλία δὲ καὶ ἔντερα τέκνα πρῶτον, εἶτα δανειστάς, ἐπεὶ μετὰ πολλῆς βίας ἀπαιτεῖ τροφάς. νεφροὶ δὲ ἀδελφοὺς καὶ συγγενεῖς καὶ τέκνα. ὅθεν μένοντα μὲν ταῦτα μεῖναι καὶ τὰ σημαινόμενα ὑπʼ αὐτῶν σημαίνει, διπλούμενα δὲ πάντα ἢ ἕκαστον ἰδίᾳ διπλᾶ ἔσεσθαι τὰ σημαινόμενα δηλοῖ.