Ancient Greek · ~8 min
Book 1
Artemidorus, Onirocriticon 1.5
Not analysed yet
Τοῦ δὲ εἰδικοῦ καὶ αὐτοῦ τετραχῆ διαιρεθέντος οἱ μὲν κατὰ τὸ ἐντὸς καὶ κατὰ τὸ ἐκτός εἰσιν ἀγαθοί, οἱ δὲ κατ᾿ ἀμφότερα κακοί, οἱ δὲ κατὰ μὲν τὸ ἐντὸς ἀγαθοὶ κατὰ δὲ τὸ ἐκτὸς κακοί, οἱ δὲ κατὰ μὲν τὸ ἐντὸς κακοί κατὰ δὲ τὸ ἐκτὸς ἀγαθοί. ἀκουστέον δὲ ὀνείρους ἐντὸς μὲν κατὰ τὴν ὄψιν, ἐκτὸς δὲ κατὰ τὴν ἀπόβασιν. οἷον κατὰ ἀμφότερά εἰσιν ἀγαθοὶ οἱ τοιοῦτοι θεοὺς ὁρᾶν Ὀλυμπίους ἱλαροὺς μειδιῶντας διδόντας τι λέγοντας ἀγαθὸν αὐτοὺς ἢ τὰ ἀγάλματα αὐτῶν ἐξ ὕλης ἀσήπτου πεποιημένα· ὁμοίως γονεῖς φίλους οἰκέτας οἶκον αὔξοντας, καὶ πολυτελεστέραν κτῆσιν καὶ σώματος ἡδεῖαν ὄψιν ἰσχύν τε καὶ τὰ ὅμοια· τούτων γὰρ ἡδίστης ὑπαρχούσης τῆς θέας, πολὺ μᾶλλον ἡδίονα αὐτῶν τὰ τέλη γίνεται. κατὰ δὲ ἀμφότερα κακοὶ οἱ τοιοῦτοι· κατὰ κρημνῶν πεσεῖν οἴεσθαι ἢ λῃστηρίῳ περιπεσεῖν Κύκλωπα ἰδεῖν ἢ τὸ ἄντρον αὐτοῦ ἢ παραλελύσθαι νοσεῖν ἀπολλύειν τι τῶν ἐσπουδασμένων. οἷαι γὰρ αἱ παθητικαὶ διαθέσεις γίνονται τῆς ψυχῆς κατὰ τὴν θέαν αὐτῶν, τοιαύτας ἀνάγκη καὶ τὰς ἀποβάσεις γίνεσθαι. κατὰ μὲν τὸ ἐντὸς ἀγαθοὶ κατὰ δὲ τὸ ἐκτὸς κακοὶ οἱ τοιοῦτοι. ἔδοξέ τις σὺν τῷ Κρόνῳ δειπνεῖν, καὶ μεθʼ ἡμέραν εἰς τὸ δεσμωτήριον καθείρχθη· δείπνου μὲν γὰρ τοῦ σὺν θεῷ εἰκὸς εἶναι ἡδεῖαν τὴν ὄψιν, δεσμῶν δὲ καὶ εἱρκτῆς οὐχ ἡδεῖαν. ἔτι δόξας τις παρὰ τοῦ Ἡλίου ἄρτους λαβεῖν δύο τοσαύτας ἡμέρας ἐπέζησεν· εἰς γὰρ τοσαύτην προθεσμίαν ἡ τοῦ βίου χρῆσις παρὰ τοῦ θεοῦ δοθεῖσα ἤρκει αὐτῷ. ἔτι καὶ τὸ χρύσεον εἶναι δοκεῖν καὶ τὸ θησαυρὸν εὑρίσκειν καὶ τὸ παρὰ νεκροῦ λαμβάνειν μύρον ἢ ῥόδον τῶν ὁμοίων τι εἰς τὴν αὐτὴν ἀνακτέον μοῖραν. οἱ δὲ κατὰ μὲν τὸ ἐντὸς κακοὶ κατὰ δὲ τὸ ἐκτὸς ἀγαθοὶ τοιοῦτοι· κεραυνοῦσθαι δοκεῖν πένητα ὄντα στρατεύεσθαι δοῦλον ὄντα ἢ μέλλοντα πλεῖν ἢ μονομαχεῖν ἀγαθόν τούτων γὰρ ὁ μὲν πλοῦτον ὁ δὲ ἐλευθερίαν, ὁ δὲ πλοῦν οὔριον ὁ δὲ γάμον προσημαίνει. καὶ εἰσὶν αὐτῶν αἱ μὲν ὄψεις κακαί, αἱ δὲ ἀποβάσεις ἀγαθαί.