Ancient Greek · ~3 min
Book 1
Artemidorus, Onirocriticon 1.6
Not analysed yet
Ἐννοῆσαι δὲ χρὴ ὅτι τὰ μὲν τοῖς φροντίζουσι περί τινος καὶ αἰτησαμένοις ὄνειρον παρὰ θεῶν ἐπιφαινόμενα οὐχ ὅμοια ταῖς φροντίσι γίνεται, ἐπεὶ τά γε ὅμοια ταῖς ἐννοίαις ἀσήμαντά τέ ἐστι καὶ ἐνυπνιώδη, ὡς ὁ πρότερος ἔδειξε λόγος· μεριμνηματικὰ δὲ καὶ αἰτηματικὰ πρός τινων λέγεται τὰ δὲ τοῖς περὶ μηδενὸς φροντίζουσιν ἐφιστάμενα καὶ προαγορεύοντά τι τῶν ἐσομένων ἀγαθῶν ἢ κακῶν θεόπεμπτα καλεῖται. οὐχ ὁμοίως δὲ νῦν ἐγὼ ὡς Ἀριστοτέλης διαπορῶ πότερον ἔξωθεν ἡμῖν ἐστι τοῦ ὀνειρώσσειν ἡ αἰτία ὑπὸ θεοῦ γινομένη ἢ ἔνδον αἴτιόν τι, ὃ ἡμῖν διατίθησι τὴν ψυχὴν καὶ ποιεῖ φύσει συμβεβηκὸς αὐτῇ, ἀλλὰ θεόπεμπτα ἤδη καὶ ἐν τῇ συνηθείᾳ πάντα τὰ ἀπροσδόκητα καλοῦμεν.