Ancient Greek
Book 1
Artemidorus, Onirocriticon 1.50.1
Not analysed yet
Ἐν τοῖς περὶ ἀλλοώσεως πρῶτον χρη τὸ ποσὸν σκοπεῖν, δεύτερον τὸ ποιόν, τρίτον τὸ κατὰ τὴν ἰδέαν . καὶ τὸ μὲν ποσόν, τοῦτ’ ἔστιν ἐκ μικροῦ μέγαν γενέσθαι ἢ ἐκ τοῦ ὄντος μείζω, ἀγαθόν, εἰ μὴ ὑπὲρ ἄνθρωπόν τις μέγας δόξειε γεγονέναι· οὐ γὰρ τὸ σῶμα ἀλλὰ τὰς πράξεις αὐξῆσαι σημαίνει τὸ ὄναρ καὶ τὸν βίον τοῦ ἰδόντος. τὸ δὲ ὑπὲρ ἄνθρωπον μέγαν δοκεῖν γεγονέναι θάνατον τῷ ἰδόντι σημαίνει· καὶ εἴ τις τὸ ἑαυτοῦ παιδίον βραχὺ ὄν ἄνδρα δόξειε γεγονέναι, τεθνήξεται τὸ παιδίον. δεινὸν δὲ καὶ πρεσβύτῃ τὸ εἰς παῖδα μεταβάλλειν θάνατον γὰρ αὐτῷ σημαίνει. ἀγαθὸν δὲ ἀνδρὶ τὸ εἰς νεανίσκον μεταβάλλειν καὶ νεανίσκῳ τὸ εἰς παῖδα ἕκαστος γὰρ αὐτῶν ἐπὶ τὸ ὡραιότερον μεταβάλλει. ἀγαθὸν δὲ καὶ παιδὶ εἰς νεανίσκον καὶ νεανίσκῳ εἰς ἄνδρα καὶ ἀνδρὶ εἰς γέροντα μεταβάλλειν ἕκαστος γὰρ αὐτῶν ἐπὶ τὸ ἐντιμότερον μεταβάλλει. εἰ δὲ νεανίσκος εἰς γέροντα μεταβάλοι, τεθνήξεται μὲν οὐχὶ ὡς ὁ παῖς, νοσήσει δέ. καὶ εἰ ἀνὴρ εἰς παῖδα μεταβάλοι, ἀφρόνως τι πραγματευσάμενος βλαβήσεται τὸ γὰρ ποιητικὸν ὀρθῶς εἴρηται αἰεὶ δʼ ὁπλοτέρων ἀνδρῶν φρένες ἠερέθονται. Τὸ δὲ ποιὸν τῆς μεταβολῆς ὧδε ἔχει. εἰ μὲν εἰς γυναῖκα μεταβάλοι ἀνήρ, πένητι μὲν ἀγαθὸν καὶ δούλῳ ὁ μὲν γὰρ ἕξει τὸν θρέψοντα αὐτὸν ὥσπερ καὶ γυνή, ὁ δὲ ἀπονώτερον δουλεύσει· μικρότεροι γὰρ οἱ γυναικῶν πόνοι. πλουσίῳ δὲ πονηρόν, καὶ μόλιστα πολιτευομένῳ· ὡς γὰρ ἐπὶ τὸ πολὺ οἰκουροῦσιν αἱ γυναῖκες. διὸ παραλύσει πάσης ἀρχῆς τὸν ἰδόντα τὸ ὄναρ. τοῖς δὲ σωμασκοῦσι νόσον σημαίνει θηλύτεραι γὰρ γυναῖκες ἀνδρῶν. εἰ δὲ γυνὴ εἰς ἄνδρα μεταβάλοι, ἄγαμος μὲν οὖσα γαμηθήσεται καὶ ἄπαις οὖσα τεκνώσει ἄρρεν, καὶ οὕτως εἰς τὴν ἀνδρείαν μεταβάλλει φύσιν. ἄνδρα δὲ ἔχουσα καὶ υἱὸν χήρα διατελέσει οὐ γὰρ ἀνδρὶ ἀνδρὸς ἀλλὰ γυναικὸς δεῖ. δούλῃ δὲ τὸ ὄναρ πλείονα τὴν δουλείαν ἐπάγει, ἀγαθὸν δὲ ἑταίρᾳ· ἡ μὲν γὰρ ἐπὶ πλεῖον ὡς ἀνὴρ ὑπομενεῖ τοὺς πόνους, ἡ δὲ οὐ παύσεται κινουμένη. εἰ δέ τις ἀργύρεος ἢ χρύσεος δόξειεν εἶναι ἀνὴρ ἢ γυνή, δοῦλος μὲν ὢν πραθήσεται, ἵνα ἀπαργυρωθῇ ἢ ἀποχρυσωθῇ, πένης δὲ εὐπορήσει, ἵνα περὶ αὐτὸν γένηται ἡ τοιαύτη ὕλη, πλούσιος δὲ ἐν ἐπιβουλαῖς ἔσται, πάντα γὰρ τὰ ἀργύρεα καὶ χρύσεα ἐπιβούλους ἔχει πολλούς. νοσοῦντι δὲ θάνατον προαγορεύει παντὶ δήπουθεν τὸ ὄναρ, ὥσπερ καὶ τὸ χάλκεον δοκεῖν γεγονέναι, πλὴν ἀθλητοῦ καὶ δούλου· ὁ μὲν γὰρ νικήσας ἀνδριάντος τεύξεται, ὁ δὲ ἐλευθερωθήσεται· χάλκεαι γὰρ εἰκόνες τῶν ἐλευθέρων ἀνατίθενται. τὸ δʼ αὐτὸ σημαίνει κἂν εἰκόνα τις ἑαυτοῦ ἢ ἀνδριάντα ἴδῃ χάλκεον ἐν ἀγορᾷ κεί μενον. τὸ δὲ εἰς σίδηρον μεταβάλλειν συμφορὰς ἀτλήτους σημαίνει, ἃς ὑπομείνας ὁ ἰδὼν εἰς γῆρας ἀφίξεται· σιδηρέους γὰρ καλοῦμεν τοὺς κακὰ ὑπομείναντας πολλά· πήλινον δὲ ἢ ὀστράκινον δοκεῖν γεγονέναι πᾶσι θάνατον σημαίνει χωρὶς τῶν διὰ γῆς ἢ πηλοῦ ἐργαζομένων. τὸ δὲ λίθινον δοκεῖν γεγονέναι τραύματα καὶ κατακοπὰς τῷ ἰδόντι σημαίνει· οὐ γὰρ ἐνδέ χεται ἄνευ σιδήρου λίθινόν τινα γενέσθαι. ὁμοίως δὲ καὶ περὶ τῆς ἄλλης ὕλης ἐκλαμβάνειν δεῖ. εἰ δὲ εἰς θηρίον μεταβάλοι τις, ἀπὸ τῆς τοῦ θηρίου φύσεως τεκμαίρεσθαι δεῖ τὰς κρίσεις, δείξει δέ τὸ τοιοῦτον ἐν τῷ περὶ κυνηγίου λόγῳ ἡ δευτέρα βίβλος. Ἀγαθὸν δὲ ἐπίσης πᾶσιν ἐτήρησα τὸ κάλλος καὶ τὴν τοῦ σώματος εὐφυΐαν καὶ τὴν ἰσχύν, ὅταν μὴ ὑπὲρ ἄνθρωπον ᾖ ταῦτα, ἐπεὶ τό γε ὑπερβαλλόντως καλὸν εἶναι δοκεῖν ἢ εὐπρεπῆ ἢ ἰσχυρὸν ἐπίσης τῷ αἰσχρὸν εἶναι δοκεῖν ἢ παραλελύσθαι ἢ μὴ ἰσχύειν ἀποβαίνει. ἃ δὴ πάντα θάνατον μὲν τοῖς νοσοῦσιν ἀπραγίαν δέ καὶ μακρονοσίαν τοῖς ἐρρωμένοις σημαίνει.