Ancient Greek
Book 1
Artemidorus, Onirocriticon 1.51
Not analysed yet
Περὶ διδασκαλίας τεχνῶν καὶ ἔργων καὶ ἐπιτηδευμάτον τὸ μὲν καθόλου καὶ ἐπὶ πάντων ἄπταιστον τοῦτό ἐστιν. ὅσα τις ἔμαθε καὶ ἐδιδάχθη καὶ ἐπετήδευσε καὶ ποιεῖ ἔργα ἢ τέχνας, ταῦτα ὄναρ ἐργάζεσθαι καὶ ἐπιτηδεύειν καὶ τυγχάνειν τοῦ προκειμένου ἀγαθὸν πᾶσιν· ἃ γάρ τις ἐν νῷ ἔχει, περανεῖ καὶ κατὰ προαίρεσιν ἀνύσει· ἀποτυγχάνειν δέ μοχθηρόν, τὰ γὰρ ἐναντία τῇ προαιρέσει σημαίνει. ὅσα δέ τις οὐ μαθὼν οὐδὲ ἐπιτηδεύσας ὄναρ δοκεῖ ποιεῖν, ἐπιτυγχάνοντι μὲν ἀγαθόν, δυσεργὲς δὲ καὶ μόλις τελεσθησόμενον· ἀποτυγχάνοντι δὲ πρὸς τῇ ματαιοπονίᾳ παντὸς τοῦ προκειμένου καὶ χλεύη ἀκολουθεῖ. τὰ δὲ κατὰ μέρος ὧδέ πως ἔχει. γεωργεῖν ἢ σπείρειν ἢ φυτεύειν ἢ ἀροτριᾶν ἀγαθὸν τοῖς γῆμαι προῃρημένοις καὶ τοῖς ἄπαισιν· ἄρουρα μὲν γὰρ οὐδὲν ἄλλο ἐστὶν ἢ γυνή, σπέρματα δέ καὶ φυτὰ οἱ παῖδες, πυροὶ μὲν υἱοί, κριθαὶ δὲ θυγατέρες, ὄσπρια δὲ τὰ ἐξαμβλώματα· τοῖς δὲ ἄλλοις πόνον καὶ κακοπάθειαν σημαίνει. καὶ ἐάν τις νοσῇ κατὰ τὸν οἶκον τοῦ ἰδόντος, τεθνήξεται· τὰ γὰρ σπέρματα καὶ τὰ φυτὰ ὥσπερ καὶ οἱ ἀποθανόντες καταχώννυται. θερίζειν δέ καὶ τρυγᾶν καὶ κλαδεύειν παρὰ μὲν τὸν καιρὸν ὁρώμενα τὰς πράξεις καὶ τὰς ἐγχειρήσεις πάσας εἰς ἐκεῖνο καιροῦ καὶ ὥρας ἀναβάλλεται. κυβερνᾶν δὲ πᾶσιν, ἐὰν μὲν καθορμίζωνται καλῶς ἢ ἀνάγωνται ἀκινδύνως, ἀγαθόν, οὐ μέντοι ἄνευ τινὸς πόνου καὶ φόβου ἐσόμενον ἐὰν δὲ ἢ χειμάζωνται ἢ ναυαγῶσιν, ὑπερβολῇ κακόν, ὡς ἐγὼ παρεφύλαξα. σκυτεύειν δὲ καὶ τεκτονεύειν ἀγαθὸν πᾶσι τοῖς κατὰ νόμον ζῶσι διὰ τὰ μέτρα καὶ τοῖς γῆμαι ἤ κοινωνῆσαι θέλουσι διὰ τὰς ῥαφὰς καὶ τοὺς ἁρμούς. τὸ δὲ βυρσοδεψεῖν πάσι πονηρόν· νεκρῶν γὰρ ἅπτεται σωμάτων ὁ βυρσοδέψης καὶ τῆς πόλεως ἀπῴκισται· ἔτι καὶ τὰ κρυπτὰ ἐλέγχει διὰ τὴν ὀδμήν. ἰατροῖς δὲ χαλεπώτατον ἀπάντων. χρυσοχοεῖν δὲ πανουργίας περὶ τὸν ἰδόντα σημαίνει διὰ τὰ ὑποκείμενα τῶν ἔργων καὶ διὰ τοὺς ὑποπεπλεγ μένους ἁρμούς. πλάσσειν δὲ καὶ πυξογραφεῖν καὶ τορεύειν καὶ ποιεῖν ἀγάλματα ἀγαθὸν μοιχοῖς καὶ ῥήτορσι καὶ πλαστογράφοις καὶ πᾶσι τοῖς ἀπατεῶσι διὰ τὸ τὰ μὴ ὄντα ὡς ὄντα δεικνύειν τὰς τέχνας ταύτας· τοῖς δὲ λοιποῖς περιβοησίας σημαίνει καὶ ὄχλων συνδρομὰς διὰ τὸ τὰ ἔργα ταῦτα πολλοῖς ἐπιδείκνυσθαι.