Ancient Greek
Book 1
Artemidorus, Onirocriticon 1.68
Not analysed yet
Τῶν ὀσπρίων πάντα μοχθηρὰ πλὴν πίσου διὰ τὸ ὄνομα. ἔστι γὰρ πειθοῦς σημαντικόν· μάλιστα δὲ κυβερνήταις καὶ ῥήτορσιν· οἷς μὲν γὰρ τὰ πηδάλια οἷς δὲ οἱ δικασταὶ πεισθήσονται. ἐρεγμὸς δὲ καὶ κύαμος στάσεώς εἰσι σημαντικοί, ὃς μὲν διὰ τὸ δεδιχάσθαι ὃς δὲ διὰ τὸ πνεύματος εἶναι ποιητικὸς ἀτόπου οὐ μόνον δὲ διὰ τοῦτο ἀλλ’ ὅτι καὶ πάσης τελετῆς καὶ παντὸς ἱεροῦ ἀπελήλαται. φακῆ δὲ πένθος προαγορεύει καὶ πτισάνη κάματον διὰ τὸ δύστριπτον. κέγχρος δὲ καὶ ἔλυμος καὶ ζειὰ πενίας τε καὶ ἀπορίας ἐστὶ σημαντικά, μόνοις δὲ τοῖς ἐξ ὄχλου ποριζομένοις ἐστὶν ἀγαθά. χόνδρος δὲ καὶ τράγος ᾗ μὲν τρόφιμοί εἰσι, ταύτῃ καὶ κερδαλέοι δὲ μετὰ καμάτου γίνονται, πόνους ὑπερβάλλοντας σημαίνουσι, πένητι δὲ νόσον. σήσαμον δὲ καὶ λινόσπερμον καὶ σίνηπι ἰατροῖς μόνοις ἐστὶν ἀγαθά, τοῖς δὲ ἄλλοις δριμεῖς ἐπάγει πόνους καὶ τὰ κρυπτὰ ἐλέγχει.