Ancient Greek · ~2 min
Book 1
Artemidorus, Onirocriticon 1.69
Not analysed yet
Ἄρτους δοκεῖν ἐσθίειν τοὺς ἐξ ἔθους ἀγαθόν· κατάλληλοι μὲν γὰρ πένητι οἱ ῥυπαροί, πλουσίῳ δὲ οἱ παντελῶς καθαροί οἱ δὲ ἐναλλὰξ οὔτε ἀγαθοὶ καὶ προσέτι κακοί· οἱ μὲν γὰρ νόσον τοῖς πένησιν οἱ δὲ ἀπορίαν τοῖς πλουσίοις σημαίνουσιν. ἄρτοι δὲ κρίθινοι πᾶσιν ἀγαθοί· πρώτην γὰρ ἀνθρώποις τὴν τροφὴν ταύτην παλὰ θεῶν λόγος ἔχειδοθῆναι. ἄλευρα δὲ καὶ ἄλφιτα τὰ μὲν αὐτὰ τοῖς ἄρτοις σημαίνει, ἤττονα δέ .