Ancient Greek
Book 1
Artemidorus, Onirocriticon 1.7
Not analysed yet
Ἔτι πᾶσι τοῖς πρόδηλον αἰτίαν ἐκφεύγουσι προσέχειν χρή, ἐάν τε νυκτὸς ἐάν τε ἡμέρας ὁραθῇ, μηδὲν διαφέρειν νομίζοντας εἰς πρόγνωσιν τὴν νύκτα τῆς ἡμέρας μηδὲ τὴν δείλην ἑσπέραν τῆς δείλης πρωΐας, ἐὰν συμμέτρως τις ἔχων τροφῆς καθεύδῃ ἐπεὶ αἵ γε ἄμετροι τροφαὶ οὐδὲ πρὸς αὐτῇ τῇ ἕῳ παρέχουσιν ἰδεῖν τὸ ἀληθές. Ἔτι καὶ τὰ κοινὰ ἔθη τῶν ἰδίων μακρῷ διέστηκεν. ἃ εἰ μή τις καταμάθοι, ἐξαπατηθήσεται ὑπʼ αὐτῶν. κοινὰ μὲν οὖν ἔθη ταῦτα. θεοὺς σέβεσθαι καὶ τιμᾶν οὐδὲν γὰρ ἔθνος ἀνθρώπων ἄθεον ὥαπερ οὐδὲ ἀβασίλευτον, ἄλλοι δὲ ἄλλους τιμῶσι θεούς, ἀλλʼ ἐπὶ τὸ αὐτὸ τὴν ἀναφορὰν ἔχουσι πάντες. τέκνα τρέφειν, ἡττᾶσθαι γυναικῶν καὶ τῆς πρὸς αὐτὰς ὁμιλίας, ἐγρηγορέναι ἡμέρας, καθεύδειν νύκτωρ, τροφαῖς χρῆσθαι, παύεσθαι κάμνοντας, διάγειν ἐν σκιᾷ, μὴ ὑπαιθρίους. ταῦτα μὲν οὖν κοινὰ ἔθη· τὰ δὲ ἴδια καὶ ἐθνικὰ καλοῦμεν. οἷον στίζονται παρὰ Θρᾳξὶν οἱ εὐγενεῖς παῖδες καὶ παρὰ Γέταις οἱ δοῦλοι ὧν οἱ μὲν πρὸς ἄρκτον οἱ δ᾿ ἐπὶ μεσημβρίαν οἰκοῦσι. καὶ Μόσσυνες οἱ ἐν Ποντικῇ συνουσιάζουσι δημοσίᾳ καὶ γυναιξὶ μίσγονται ὥσπερ οἱ κύνες, τοῖς δὲ ἄλλοις ἀνθρώποις ἄτιμα ταῦτα νενόμισται. καὶ ἰχθύας ἐσθίουσι πάντες πλὴν Σύρων τῶν τὴν Ἀστάρτην σεβομένων. θηρία δὲ καὶ πάντα τὰ κινώπετα λεγόμενα ὡς εἴδωλα θεῶν Αἰγυπτίων παῖδες μόνοι τιμῶσίτε καὶ σέβονται, οὐ πάντες μέντοι τὰ αὐτά. ἔμαθον δέ τι καὶ ἐν Ἰταλίᾳ νόμιμον παλαιόν. γῦπας οὐκ ἀναιροῦσι καὶ τοὺς ἐπιτιθεμένους αὐτοῖς ἀσεβεῖν νομίζουσι. ταύροις δὲ κατὰ προαίρεσιν ἐν Ἰωνίᾳ παῖδες Ἐφεσίων ἀγωνίζονται, καὶ ἐν Ἀττικῇ παρὰ ταῖς θεαῖς ἐν Ἐλευαῖνι κοῦροι Ἀθηναίων περιτελλομένων ἐνιαυτῶν καὶ ἐν Λαρίσσῃ πόλει τῆς Θεσσαλίας οἱ τῶν κατοικούντων εὐγενέστατοι, ἐν δὲ τῇ ἄλλῃ οἰκουμένῃ τὰ αὐτὰ τοῖς τὴν ἐπὶ θανάτῳ κατακριθεῖσι συμβαίνει. ὁμοίως δὲ καὶ περὶ τῶν ἄλλων ἐθῶν ἰδίᾳ δεῖ διαλαμβάνειν πάντων εἴ τι παρά τισι μόνοις φυλάσσεται, ὅτι τὰ μὲν ἐγχώρια ἀγαθῶν ἐστὶ σημεῖα, τὰ δὲ ξενικὰ κακῶν, πλὴν εἰ μή τι τῶν παρόντων τὴν ἀπόβασιν ἀλλαχόσε τρέποι.