Ancient Greek · ~8 min
Book 1
Artemidorus, Onirocriticon 1.74
Not analysed yet
Ἐπεὶ δὲ τῷ περὶ τροφῆς λόγῳ ἕπεται ὁ περὶ σκευῶν τῶν κατ’ οἶκον, δίκαιον εἰπεῖν ἡγοῦμαι καὶ περὶ τούτων. ἔχει δὲ ὧδε. ποτήρια μέν, καθὼς ἔμπροσθεν εἴρηται, σημαίνειτὸν βίον, πίνακες δὲ καὶ παροψίδες αὐτὴν τὴν τοῦ βίου διαγωγήν. λαμβάνειν δὲ χρὴ τὸ τοιοῦτον ἀπὸ τῆς πολυτελείας ἀπὸ τοῦ μείζονα γενέσθαι ἐκ μικροτέρων ἢ μικρότερα ἐκ μειζόνων ἢ ἐξ ὑγιῶν οὐχ ὁλόκληρα ἢ ἐκ κατεαγότων ὑγιᾶ, τὴν μὲν ἐπὶ τὸ κρεῖττον μεταβολὴν πρὸς ἀγαθὸν τιθεμένους, τὴν δὲ ἐπὶ τὸ χεῖρον πρὸς κακόν. ὁ δʼ αὐτὸς καὶ περὶ τῶν ἄλλων σκευῶν ἔστω λόγος. λυχνία δὲ γυναῖκα σημαίνει, λύχνος δὲ τὸν τῆς οἰκίας ἄρχοντα καὶ τὸ πνεῦμα τοῦ ἰδόντος διὰ τὸ ἐπιβλέπειν τὰ ἔνδον διὰ τὸ εὐαπόσβεστον, καὶ ἔρωτα διὰ τὸ ἀναλάμπειν, τρίπους δὲ καὶ ἑστία τὸν βίον καὶ τὴν ὅλην κατάστασιν καὶ τὴν γυναῖκα τοῦ ἰδόντος. ὅ τι ἄν οὖν πάθῃ ὁ τρίπους ἢ ἡ ἑστία, εἰς ταῦτα τὴν βλάβην ἀνακτέον. τράπεζα δὲ τρίποδος οὐδὲν διαφέρει οὐδὲ ἄλλο τι σκεῦος, ᾧ τις ἐπιδειπνεῖ. τύλη δὲ καὶ κλίνη καὶ πάντα τὰ πρὸς κοίτην τὴν γυναῖκα τοῦ ἰδόντος σημαίνει καὶ τὸν ὅλον βίον. τὸ δʼ αὐτὸ καὶ σκίμπους. τούτων δὲ οἱ μὲν πόδες οἰκέτας σημαίνουσι, τῶν δὲ ἐνηλάτων τὸ μὲν ἔξω ἰδίως. τὴν γυναῖκα, τὸ δέ ἔσω τὸν ἄνδρα, τὸ δὲ πρὸς τῇ κεφαλῇ τέκνα ἀρσενικά, τὸ δὲ πρὸς τοῖς ποσὶ θηλυκὰ τέκνα. κατὰ ταὐτὰ δὲ τοῖς ἐνηλάτοις καὶ οἱ τοῖχοι τῶν κλινῶν διαλαμβανέσθωσαν. ξέσται δὲ τοὺς θεράποντας, ἀμφορεῖς δὲ τοὺς ὑπηρέτας, τραπεζοφόροι δὲ τοὺς οἰκονόμους, τὰ δέ σιτοδόχα σκεύη τοὺς κατὰ τὸν οἶκον ταμίας σημαίνει, ὁμοίως δὲ καὶ τὸ ταμεῖον. ἀγκῶνες δὲ καὶ πάντα τὰ προσπησσόμενα τὸ κόσμιον τοῦ βίου σημαίνει, κίσται δὲ καὶ πυργίσκοι καὶ θησαυροφυλάκια τὴν γυναῖκα τοῦ ἰδόντος διὰ τὸ τὸ τιμιώτατον πεπιστεῦσθαι, στρωματόδεσμοι δὲ καὶ ἐνειλήματα παλλακίδας ἀπελευθέρας. περὶ δὲ τῶν ἄλλων σκευῶν μακρὸν ἂν εἴη λέγειν καὶ ταῦτα ἀπαιτοῦντα παρὰ τῶν ἐντυγχανόντων τοῖς βιβλίοις τὸ μὴ ἀβασανίστως ἀναγνόντας παρʼ αὑτῶν τι προσφιλοτεχνεῖν.