Ancient Greek · ~8 min
Book 1
Artemidorus, Onirocriticon 1.73
Not analysed yet
Μῆλα μὲν ἐαρινὰ γλυκέα καὶ πέπανα καὶ ἰδεῖν καὶ φαγεῖν ἐστὶν ἀγαθόν πολλὴν γὰρ ἐπαφροδισίαν σημαίνει μάλιστα τοῖς περὶ γυναικὸς ἐρωμένης φροντίζουσι ταῦτα γὰρ ἀνάκειται τῇ Ἀφροδίτῃ. τὰ δὲ ὀξέα μῆλα στάσεις καὶ φιλονεικίας σημαίνει ἐστι γὰρ Ἐριδος τὰ δὲ χειμερινά, ἃ κυδώνια καλοῦμεν, λυπηρὰ διὰ τὸ στυφόν. ἀμύγδαλα δὲ καὶ κάρυα καὶ τὰ λεγόμενα λεπτοκάρυα καὶ ὅσα κατάσσεται, ταραχὰς διὰ τὸν ψόφον σημαίνει καὶ λύπας διὰ τὸ εἶναι πικρὰ φύσει. οἶδα δέ τινα ἄνθα τῶν εὐπαρύφων ἐν Ἑλλάδι, ὃς ἔδοξε παρά τινος ὄναρ λαμβάνειν κάρυον, καὶ διυπνισθεὶς ἐν τῇ χειρὶ ἔτυχε κρατῶν τὸ κάρυον τοῦτο . συνέβη αὐτῷ πολλὰ μὲν καὶ ἄλλα κακὰ τέλος δὲ ἀτίμῳ γενέσθαι. σῦκα δὲ κατὰ μὲν τὴν ὥραν τὴν ἰδίαν ἀγαθά, ,παρὰ δὲ τὸν καιρὸν φαινόμενα συκοφαντίας καὶ ἐπηρείας προαγορεύει· συκάζειν ʼ γὰρ καὶ τὸ ἐπηρεάζειν ἔλεγον οἱ παλαιοί. μόνοις δὲ τοῖς ὑπαιθρίοις ἐργαζομένοις τὰ μὲν λευκὰ εὐδίαν τὰ δὲ μέλανα χειμῶνα καὶ ὄμβρον σημαίνει, ἐπεὶ τοῖς γε ἄλλοις οὐδὲν ἄν μαντεύοιτο ἡ συκῆ τὸ τοῦ ἀέρος ὅπως ἕξει καταστήματος. σταφυλὴ δὲ καὶ παρὰ τὸν καιρὸν ἀγαθὴ καὶ κατὰ τὴν ὤραν, ὡς δὲ ἐπὶ τὸ πλεῖστον τὰς διὰ γυναικῶν ἀπὸ γυναικῶν ὠφελείας σημαίνει· φανερὰς μὲν ἡ λευκή, λαθραίους δὲ ἡ μέλαινα. ῥοαὶ δὲ τραυμάτων εἰσὶ σημαντικαὶ διὰ τὸ χρῶμα καὶ βασάνων διὰ τὰς ἀκάνθας καὶ δουλείας καὶ ὑποταγῆς διὰ τὸν ἐν Ἐλευσῖνι λόγον. περσικὰ δὲ καὶ βερικόκκια καὶ κεράσια καὶ πάντα τὰ ὅμοια πλὴν συκαμίνων προσκαίρους ἡδονὰς καὶ ἀπάτας σημαίνει, παρὰ δὲ τὸν καιρὸν ματαιοπονίας. συκάμινα δὲ τὰ αὐτὰ ταῖς ῥοαῖς σημαίνει, ὅ γε καρπός· ἐπεὶ τὸ δένδρον τὴν γενεὰν τοῦ ἰδόντος σημαίνει. ὅθεν ὐθαλὲς μὲν ὄν ἀγαθόν τι ἐσόμενον προαγορεύει, πρόρριζον δὲ ἀνατρεπόμενον τὴν γενεὰν τοῦ ἰδόντος διαφθείρει. ἄπιοι δὲ οἱ μὲν ἥμεροι ἀγαθοί τούτων γὰρ ὁ καρπὸς καὶ ἀποθησαυρισθεὶς ἄσηπτος μένει, καὶ παραυτίκα ἐσθιόμενος πρὸς τῷ τροφίμῳ καὶ τὸ οἰνῶδες ἔχει. οἶδα δὲ ἐξ αὐτῶν παρά τισι καὶ ποτὸν σκευαζόμενον. ἀχράδες δὲ καὶ ὄχναι γεωργοῖς μόνοις συμφέρουσι, τοῖς δὲ ἄλλοις εἰσὶν ἀηδεῖς. δεῖ δὲ τὰ ὑποδείγματα ἔχοντας ἀπὸ τῶν εἰρημένων περὶ τῶν ἀγράφων τεκμαίρεσθαι κατὰ τὸ ὅμοιον μετάγοντας τὸν λόγον.