Ancient Greek · ~11 min
Book 1
Artemidorus, Onirocriticon 1.76
Not analysed yet
Ὀρχεῖσθαι δοκεῖν ἔνδον παρʼ ἑαυτῷ τῶν οἰκείων παρατυγχανόντων μόνων καὶ μηδενὸς ἀλλοτρίου παρόντος καὶ θεωμένου ἀγαθὸν ἐπίσης πᾶσιν. ἀλλὰ καὶ τὸ γυναῖκα τὴν ἑαυτοῦ καὶ τὰ παιδία καὶ τῶν συγγενῶν ἰδεῖν τινα ὀρχούμενον ἀγαθόν εὐφροσύνην γὰρ πολλὴν καὶ δαψίλειαν βίου δηλοῖ, ἐπεὶ οἱ ἄνθρωποι οὐ πρότερον ὀρχοῦνται ἤν μὴ ὥσπερ δεσπότῃ ἀποτόμῳ καὶ ὠμῷ τῇ ἀρχῇ τὴν ἀποφορὰν ἀποδῶσι τότε δὲ ὀρχοῦνται καὶ ἁπλοῦσι τὰ σώματα. ἀσθενοῦντι δὲ ἀνθρώπῳ καὶ ἀνδρὶ καὶ γυναικὶ πονηρόν· διὰ γὰρ τὴν πολλὴν κίνησιν τῆς ὀρχήσεως παραφρονῆσαι καὶ παρακόψαι δηλοῖ· πονηρὸν δὲ καὶ τῷ νοσοῦντά τινα ἔχοντι· τὰ γὰρ αὐτὰ τῷ κοπτομένῳ καὶ ὁ ὀρχούμενος πάσχει τε καὶ δρᾷ. ἀλλοτρίων δὲ τινων παρόντων ἀνθρώπων πολλῶν ἢ ὀλίγων δοκεῖν ὀρχεῖσθαι τινα τῶν ἰδίων ὀρχούμενον ἰδεῖν οὐδενὶ ἀγαθὸν οὔτε ἐρρωμένῳ οὔτε νοσοῦντι· τῷ μέν γάρ τις ἔνδον ἐν τῷ οἴκῳ τεθνήξεται, ὁ δὲ ὀρχησάμενος ἀσχημονήσει μεγάλως. παιδίον δὲ ἰδεῖν ὀρχούμενον κωφὸν ἅμα καὶ ἄλαλον τὸ παιδίον γενέσθαι δηλοῖ, ἵνα διανεύσῃ ὅσα βούλεται σημαίνειν. ἐν θεάτρῳ δέ δοκεῖν ὀρχεῖσθαι ἀναπεπλασμένον καὶ τὴν ἄλλην ἔχοντα σκευὴν εὐδοκιμεῖν τε καὶ ἐπαινεῖσθαι πένητι μὲν πλουτῆσαι σημαίνει, ἀλλʼ οὐ μέχρι γήρως· βασιλικὰ μὲν γὰρ πρόσωπα μιμεῖται καὶ πολλούς ὑπηρέτας ἔχει ὁ ὀρχηστής, ἀλλὰ μετὰ τὸ δρᾶμα μόνος παραλείπεται· πλουσίῳ δέ ταραχάς τινας ἢ δίκας προαγορεύει διὰ τὰς ποικίλας τῶν δραμάτων πλοκάς· γυναικὶ δέ οὔτε πλουσίᾳ οὐτε πένητι ἀγαθὸν τοῦτο τετήρηται· μεγάλας γὰρ καὶ περιβοήτους ἀσχημοσύνας ποιοῦνται. ὅπως δʼ ἂν ὀρχήσηται δοῦλος καὶ ὅπου ἄν, πολλὰς λήφεται πληγάς· καὶ ὁ πλέων ἤτοι ναυαγήσει καὶ μόνος ἐκπεσὼν κολυμβήσει· ὁ μέν γὰρ παιόμενος ὁ δὲ νηχόμενος κινηθήσονται διʼ ὅλων τῶν σωμάτων. ἀγαθὸν δέ ἀνδρὶ δεδεμένῳ τὸ ὀρχεῖσθαι λυθήσεται γὰρ διὰ τὸ εὐκίνητον καὶ εὔλυτονμ τοῦ σώματος. εἰ δὲ τις ὑψηλὸς ὀρχοῖτο, εἰς φόβον καὶ δέος πεσεῖται, κακοῦργος δέ ὢν σταυρωθήστεαι διὰ τὸ ὕψος καὶ τὴν τῶν χειρῶν ἔκτασιν. τὸ δὲ πυρριχίζειν τὸ αὐτὸ τῷ ὀρχεῖσθαι σημαίνει. τροχοπαικτεῖν δὲ μαχαίραις περιδινεῖσθαι ἐκκυβιστᾶν τοῖς μὲν ἔθος ἔχουσιν οὐ πονηρόν, τοῖς δὲ λοιποῖς εἰς ἔσχατον ἐλάσαι κίνδυνον προσημαίνει. τὸ δʼ αὐτὸ καὶ καλοπαίζοντα ἰδεῖν προαγορεύει. μιμολόγοι δὲ καὶ ἅπαντες οἱ γελωτοποιοὶ ἀπάτας καὶ ἐνέδρας σημαίνουσιν. ᾄσματα δὲ δοκεῖν ᾄδειν καλῶς καὶ εὐφώνως τοῖς ᾠδικοῖς καὶ μουσικοῖς καὶ τοῖς ἄλλοις πᾶσιν ἀγαθόν, τὸ δὲ πονηρῶς καὶ ἀφώνως ᾄδειν ἀπραξιῶν ἐστι καὶ πενίας σύμβολον. ὁπόταν δέ τῶν ἀσμάτων μεμνημένος ᾖ τις, ἀπʼ αὐτῶν τῶν ᾀσμάτων χρὴ ποιεῖσθαι τὴν κρίσιν. ᾄδειν ἐν ὀδῷ ἀγαθόν, μάλιστα ἑπόμενον ὑποζυγίῳ· ᾄδειν δὲ ἐν βαλανείῳ οὐκ ἀγαθόν τὸ μέν γὰρ εὐπρεπῶς καὶ εὐθύμως τὸν βίον διεξάγειν σημαίνει, τὸ δὲ μὴ σαφεῖ χρῆσθαι τῇ φωνῇ· πολλοὶ δὲ καὶ εἰς δεσμὰ κατεκρίθησαν. τὸ δὲ ἐν ἀγορᾷ ἢ πλατείαις ᾀσματολογεῖν πλουσίῳ μέν ἀσχημοσύνας καὶ καταγέλωτας σημαίνει, πένητι δὲ μανίαν.