Ancient Greek
Book 1
Artemidorus, Onirocriticon 1.77.1
Not analysed yet
Στέφανον ἀναδεδέσθαι πεποιημένον ἐξ ἀνθέων τὸ μέν καθόλου καὶ κοινὸν τῶν κατὰ τὴν ὥραν ἀγαθόν, τῶν δὲ παρὰ τὴν ὥραν πονηρόν. ἐπειδὴ δὲ ἀναγκαῖον ὑπέρ σαφηνείας περὶ ἑκάστου εἰπεῖν, ἐντεῦθεν ἄρξομαι. στέφανοι ναρκίσσων πεποιημένοι πᾶσι κακοί, κάν κατὰ τὴν ὥαν βλέπωνται, μάλιστα δὲ τοῖς ἐξ ὕδατος ἢ διʼ ὕδατος τὸν πορισμὸν ποιουμένοις καὶ τοῖς μέλλουσι πλεῖν. οἱ δὲ ἐκ τῶν ἴων γεγονότες κατὰ μέν τὴν ὤραν ἀγαθοί, παρὰ δὲ τὴν ὥραν μοχθηροί· καὶ τούτων οἱ μέν ἐκ τῶν λευκῶν ἴων φανερὰ τὰ δύσχρηστα καὶ ἐπίσημα σημαίνουσιν, οἱ δὲ ἐκ τῶν κροκέων ἀσημότερα, οἱ δὲ ἐκ τῶν πορφυρῶν καὶ θάνατον σημαίνουσιν· ἔχει γάρ τινα τὸ πορφυροῦν χρῶμα συμπάθειαν πρὸς τὸν θάνατον. οἱ δὲ ἐκ τῶν ῥόδων κατὰ μὲν τὸν καιρὸν πᾶσιν ἀγαθοὶ πλὴν τῶν νοσούντων καὶ τῶν λανθάνειν πειρωμένων. οὓς μὲν γὰρ ἀναιροῦσι διὰ τὸ εὐμάραντον, οὓς δὲ ἐλέγχουσι διὰ τὴν ὀσμήν. ὅπου δὲ καὶ χειμῶνος ἔστι ῥόδοις χρήσασθαι, ἐνταῦθα πάντοτε ὡς περὶ ἀγαθῶν χρὴ ποιεῖσθαι τὸν λόγον. οἱ δὲ ἐκ τοῦ ἀμαράντου πᾶσιν ἀγαθοί, καὶ μάλιστα τοῖς δικαζομένοις, ἐπεὶ μέχρι παντὸς ὁ ἀμάραντος διὰ τὸ ὄνομα καὶ τὸ χρῶμα διαφυλάττει. νοσοῦσι δὲ οὗτοι κακοί ἢ γὰρ νεκροῖς ἢ θεοῖς ἀνατίθενται, σπάνιον δὲ ἀνθρώποις. οἱ δʼ ἐκ τῶν κρίνων γεγονότες εἰς ἐλπίδας ἀναβάλλονται τὰ πράγματα. σισυμβρίου δὲ καὶ ἀμαράκου Φρυγίου καὶ λαπάθου καὶ ἑλενίου καὶ ἀνεμώνης καὶ σαμψύχου στεφάνους ἀναδεῖσθαι πάσι πονηρόν· ὡς γὰρ ἐπὶ τὸ πολὺ νόσον σημαίνουσι. τὸ δὲ τῆς μαλάχης ἄνθος καὶ τῆς ῥοδοδάφνης κηπουροῖς καὶ γεωργοῖς μόνοις ἀγαθόν, τοῖς δὲ ἄλλοις μόχθους καὶ ἀποδημίας σημαίνει. κατὰ τὰ αὐτὰ δὲ τούτοις καὶ τὸ θύμον καὶ τὸ ἐπίθυμον καὶ τὸ μελίλωτον σημαίνει πλὴν ἰατρῶν· τούτοις γάρ ἐστιν ἀγαθά. σελίνων δὲ στέφανος νοσοῦντάς τε ἀναιρεῖ καὶ ὡς ἐπὶ τὸ πολὺ ὑδρωπιάσαντας διὰ τὸ ψυχρὸν καὶ κάθυγρον καὶ ὅτι ἐπιταφίῳ ἀγῶνι ἐπιτήδειός ἐστιν ὁ στέφανος οὗτος ἀθληταῖς δὲ ἀγαθός, τοῖς δὲ λοιποῖς ἄτοπος. φοίνικος δὲ καὶ ἐλαίας στέφανοι γάμους ἐλευθέρων περιποιοῦσι γυναικῶν διὰ τὴν πλοκὴν καὶ τέκνα προαγορεύουσι πολυχρόνια διὰ τὸ ἀειθαλές υἱὸν μὲν ὁ φοῖνιξ, θυγατέρα δὲ ἡ ἐλαία. καὶ τοῖς ἀθληταῖς συλλαμβάνουσι καὶ πένησιν· οὓς μὲν γὰρ εὐπόρους οὓς δέ ἐνδόξους ποιοῦσι. καὶ δούλους ἐλευθεροῦσιν ἴδιον γὰρ ἐλευθέρων οἱ στέφανοι . τὰ δὲ κρυπτὰ ἐλέγχουσι διὰ τὸ περιβοήτους εἶναι τούς στεφάνους. τὰ δὲ αὐτὰ τούτοις καὶ ὁ δρύινος στέφανος σημαίνει καὶ ὁ δάφνινος· καὶ ὁ μυρσίνης δὲ τὰ αὐτὰ ταῖς ἐλαίαις σημαίνει, γεωργοῖς δὲ καὶ μᾶλλον ἀγαθὸς διὰ τὴν Δήμητραν καὶ γυναιξὶ διὰ τὴν Ἀφροδίτην· κοινὸν γὰρ ταῖς θεαῖς τὸ φυτόν. στέφανοι κήρινοί πᾶσι κακοί, μάλιστα δὲ νοσοῦσιν, ἐπεὶ καὶ τὸν θάνατον κῆρα καλοῦσιν οἱ ποιηταί. οἱ δὲ τῶν ἐρίων πεποιημένοι διὰ τὸ ποικίλον φαρμακίας καὶ καταδέσμους σημαίνουσιν. οἱ δὲ τῶν ἁλῶν τοῦ θείου βαρηθῆναι πρός τινων ὑπερεχόντων τὸν ἰδόντα σημαίνουσιν· εἰσὶ γὰρ φύσειβαρεῖς καὶ οὐδὲν ἔχοντες τερπνόν. στέφανον δοκεῖν ἔχειν χρύσεον πονηρὸν δούλῳ, εἰ μὴ καὶ τὰ ἅμα τῷ στεφάνῳ ἔχοι, πορφύραν λέγω καὶ παραπομπήν· πονηρὸν δὲ καὶ πένητι διὰ τὸ παρʼ ἀξίαν. τοιγαροῦν ὁ μὲν βασανισθήσεται, ὁ δέ ἐπὶ μεγάλοις ἁμαρτήμασι κατάφωρος ἔσται. εἰκὸς δὲ καὶ τοῦτον βασανισθῆναι. νοσοῦντι δὲ σύντομον προαγορεύει θάνατον· χλωρός τε γὰρ ὁ χρυσὸς καὶ βαρὺς καὶ ψυχρός, καὶ διὰ τοῦτο θανάτῳ προσείκασται. καὶ τὰ κρυπτὰ ἐλέγχει· πάντως γὰρ ἀπόβλεπτον χρὴ εἶναι τὸν χρυσοφοροῦντα. πλουσίοις δὲ καὶ δημαγωγοῖς καὶ τοῖς ἄρχειν προῃρημένοις ἀγαθὸν ἐτήρησα τὸν στέφανον . ἀμπέλου δὲ καὶ κισσοῦ μόνοις τοῖς περὶ τὸν Διόνυσον τεχνίταις συμφέρει, τοῖς δὲ ἄλλοις δεσμὰ σημαίνει διὰ τοὺς ἕλικας καὶ τὰς προσπλοκὰς τοῦ κισσοῦ νόσον διὰ ταὐτά. κακούργοις δὲ τραχηλοκοπηθῆναι σημαίνει διὰ τὸ τέμνεσθαι ταῦτα σιδήρῳ. κρομμύοις δὲ ἐστεφανῶσθαι δοκεῖν τὸν μέν ἰδόντα ὠφελεῖ, τούς δὲ περὶ αὐτὸν βλάπτει.