Ancient Greek
Book 1
Artemidorus, Onirocriticon 1.79.1
Not analysed yet
ὁ περὶ μητρὸς λόγος ὢν ποικίλος καὶ πολυμερὴς καὶ πολλὴν ἐπιδεχόμενος διαίρεσιν πολλοὺς τῶν ὀνειροκριτῶν διέφυγεν. ἔχει δὲ ὧδε. οὐχ ἡ μίξις αὐτὴ καθʼ ἑαυτὴν ἱκανή ἐστι τὰ σημαινόμενα δεῖξαι, ἀλλὰ καὶ αἱ συμπλοκαὶ καὶ τὰ σχήματα τῶν σωμάτων διάφορα ὄντα διαφόρους τὰς ἀποβάσεις ποιεῖ. πρῶτον μὲν οὖν περὶ τῆς σύγχρωτα περαινομένης καὶ ἅμα ζώσης λεκτέον, ἐπειδὴ καίῃ ζῶσα οὐ τὰ αὐτὰ τῇ νεκρᾷ σημαίνει. εἴ τις οὖν τὴν ἑαυτοῦ μητέρα σύγχρωτα, ὅπερ καὶ κατὰ φύσιν τινές λέγουσι, καὶ ζῶσαν ἔτι περαίνοι, εἰ μὲν εἴη αὐτῷ ὁ πατὴρ ἐρρωμένος, ἔχθρα αὐτῷ πρὸς τὸν πατέρα ἔσται διὰ τὴν καὶ ἐπὶ τῶν ἄλλων ἀνθρώπων γινομένην ζηλοτυπίαν · εἰ δὲ νοσῶν ὁ πατὴρ τύχοι, τεθνήξεται ὁ γὰρ ἰδὼν τὸν ὄνειρον προστήσεται τῆς μητρὸς υἱὸς ἅμα καὶ ἀνήρ. ἀγαθὸν δὲ παντὶ χειροτέχνῃ καὶ ἐργοπόνῳ· καὶ γὰρ τὴν τέχνην μητέρα καλεῖν ἔθος ἐστί, τὸ δὲ ταύτῃ πλησιάζειν τί ἂν εἴη ἄλλο ἢ τὸ μὴ σχολὴν ἔχειν ἀλλʼ ἀπὸ τῆς τέχνης πορίζειν; ἀγαθὸν δὲ καὶ παντὶ δημαγωγῷ καὶ πολιτερυτῇ· σημαίνει γὰρ τὴν πατρίδα ἡ μήτηρ. ὥσπερ οὖν ὁ μιγνύμενος κατὰ νόμον Ἀφροδίτης παντὸς ἄρχει τοῦ σώματος τῆς συνούσης πειθομένης καὶ ἑκούσης, οὕτως ὁ ἰδὼν πάντων προστήσεται τῶν τῆς πόλεως πραγμάτων. καὶ ὁ ἐχθρὸς ὢν τῇ μητρὶ εἰς φιλίαν αὐτῇ καταστήσεται διὰ τὴν μίξιν· καὶ γὰρ φιλότης καλεῖται. πολλάκις δὲ καὶ τοὺς χωρίς οἰκοῦντας ἐπὶ τὸ αὐτὸ συνήγαγε τὸ ὄναρ τοῦτο καὶ ἐποίησε συνεῖναι. διὸ καὶ τὸν ἀπόδημον εἰς τὴν οἰκείαν ἐπανάγει, ὅταν γε ἡ μήτηρ ἐν τῇ πατρίδι τυγχάνῃ οὖσα εἰ δὲ μή, ὅπου ἂν ἡ μήτηρ διάγῃ, ἐκεῖ σημαίνει πορευθῆναι τὸν ἰδόντα. καὶ εἴ τις πενόμενος καὶ ἐν ἐνδείᾳ ὢν τῶν ἐπιτηδείων πλουσίαν ἔχοι μητέρα, λήψεται παρʼ αὐτῆς ὅσα βούλεται ἀποθανοῦσαν μετ᾿ οὐ πολὺ κληρονομήσει, καὶ οὕτως ἐπὶ τῇ μητρὶ ἡσθήσεται. πολλοὶ δὲ καὶ ἀναλαβόντες τὰς μητέρας ἔθρεψαν, ἐκείνων ἐπ᾿ αὐτοῖς ἡδομένων. νοσοῦντα δὲ ἀνίστησι τὸ ἄναρ καὶ σημαίνει κατὰ φύσιν ἕξειν, μήτηρ γὰρ κοινὴ πάντων ἡ φύσις, φαμὲν δὲ τούς ἐρρωμένους καὶ οὐχὶ τοὺς νοσοῦντας κατὰ φύσιν ἔχειν. μέμνηται δέ τοῦ τοιούτου καὶ Ἀπολλόδωρος ὁ Τελμησσεύς, ἀνὴρ ἐλλόγιμος. γένοιτο δʼ ἂν ἐπὶ τῶν νοσούντων οὐχ ὅμοιον τὸ σημαινόμενον, εἶπερ εἴη νεκρὰ ἡ μήτηρ, ἐπεὶ αὐτίκα μάλα τεθνήξεται ὁ ἰδών τῆς τε γὰρ νεκρᾶς τὸ σύγκριμα ἀναλύεται εἰς τὴν ὕλην, ἐξ ἧς συνέστη καὶ συνεκρίθη, καὶ τὸ πλεῖστον γεῶδες ὄν εἰς τὴν οἰκείαν ὕλην μεταβάλλει καὶ τὴν γῆν οὐδέν ἧττον μητέρα καλοῦμεν. τὸ δὲ μιγῆναι νεκρᾷ τῇ μητρὶ νοσοῦντι τί ἂν ἄλλο σημαίνοι ἢ τὸ τῇ γῇ μιγῆναι; ἀγαθὸν δέ τῷ περὶ γῆς ἔχοντι δίκην καὶ τῷ γῆν πρίασθαι βουλομένῳ καὶ τῷ γεωργεῖν ἐθέλοντι τὸ νεκρᾷ τῇ μητρὶ μιγῆναι. λέγουσι δʼ ἔνιοι ὅτι γεωργῷ μόνῳ κακόν· ὡς ἐπὶ νεκρὰν γὰρ τὴν γῆν καταβαλεῖ τὰ σπέρματα, τοῦτ᾿ ἔστιν ἀκαρπήσει· ἐμοὶ δὲ οὐδαμῶς δοκεῖ ἀληθὲς εἶναι, εἰ μὴ ἄρα τις ἐπὶ τῇ συνουσίᾳ μεταγινώσκειν ἢ ἀνιᾶσθαι νομίζοι. ἔτι καὶ ὁ ἀπόδημος εἰς τὴν οἰκείαν ἀνακομιοθήσεται καὶ ὁ περὶ τῆς οὐσίας τῆς μητρῴας ἀμφισβητῶν νικήσει ἐπὶ τούτῳ τῷ ὀνείρῳ οὐκ ἐπὶ τῷ σώματι ἀλλʼ ἐπὶ τῇ οὐσία τῆς μητρὸς τερπόμενος. εἰ δέ τις ἐν τῇ πατρίδι ἴδοι τὸ ὄναρ, ἐξελεύσεται τῆς πατρίδος· οὐ γὰρ ἔνεστιν ἐπὶ τοσούτῳ ἁμαρτήματι μένειν ἐπὶ τῆς μητρῴας ἑστίας. καὶ εἰ μέν ἀνιῷτο ἐπὶ τῇ συνουσίᾳ ἢ μεταγινώσκοι, φεύξεται τὴν πατρίδα εἰ δὲ μή, ἑκὼν ἀποδημήσει. ἀπεστραμμένην δὲ τὴν μητέρα περαίνειν οὐκ ἀγαθόν ἢ γὰρ αὐτὴ ἡ μήτηρ ἀποστραφήσεται τὸν ἰδόντα ἢ ἡ πατρίς ἢ ἡ τέχνη ἢ ὅ τι ἂν ἡ τὸ προκείμενον τῷ ἰδόντι. πονηρὸν δὲ καὶ ὀρθῇ παρεστάναι τῇ μητρὶ κατὰ τὴν συνουσίαν· ἀπορία γὰρ κοίτης ἢ στρωμάτων τοιούτῳ χρῶνται σχήματι ἄνθρωποι. διὸ θλίψεις καὶ στενοχωρίας σημαίνει. καὶ εἰς γόνατα κειμένῃ τῇ μητρὶ μιγῆναι πονηρόν · πολλὴν γὰρ ἀπορίαν σημαίνει διὰ τὸ τῆς μητρὸς ἀκίνητον. τὸ δὲ ἄνωθεν ἐπικειμένην καὶ ἐφιππαζομένην τὴν μητέρα περαίνειν λέγουσιν ἔνιοι θάνατον τῷ ἰδόντι σημαίνειν· γῇ γὰρ ἔοικεν ἡ μήτηρ, ἐπειδὴ τροφὸς πάντων καὶ γενέτειρα ἡ γῆ αὕτη δὲ τῶν νεκρῶν ἄνωθεν καὶ οὐχὶ τῶν ζώντων γίνεται. ἐγὼ δὲ ἐτήρησα τοὺς μὲν νοσοῦντας ἐπὶ τούτῳ τῷὀνείρῳ πάντοτε ἀποθανόντας τοὺς δέ ἐρρωμένους μετὰ πολλῆς ῥᾳστώνης καὶ κατὰ προαίρεσιν τὸ λοιπὸν τοῦ. βίου διαγαγόντας, ὀρθῶς καὶ εὐλόγως τοῦ τοιούτου γινομένου· ἐν μέν γὰρ τοῖς ἄλλοις σχήμασι καὶ ὁ κάματος καὶ τὸ ἆσθμα περὶ τὸν ἄρσενα ὡς ἐπὶ τὸ πολὺ συνίσταται, ἡ δὲ θήλεια ἀπονωτέρα διατελεῖ ἐν δὲ τούτῳ τῷ σχήματι πᾶν τουναντίον ἥδεται ὁ ἀνὴρ ἄνευ κόπου. ἀλλὰ καὶ τοὺς πλησίον λαθεῖν ἐπιτρέπει μὴ ἐν φωτὶ γινόμενον διὰ τὸ τοῦ ἄσθματος τὸ πολὺ ἀφαιρεῖσθαι. πολλοῖς δὲ καὶ διαφόροις σχήμασιν ἐπὶ τῆς μητρὸς οὐ συμφέρει χρῆσθαι οὐ γὰρ ἐνυβρίζειν δίκαιόν ἐστι τῇ μητρί. ὅτι δέ τὰ μέν ἄλλα σχήματα διʼ ὕβριν καὶ ἀκολασίαν καὶ παροινίαν εὗρον ἄνθρωποι, τὸ δέ σύγχρωτα μόνον ὑπὸ τῆς φύσεως διδαχθέντες, δῆλον ἀπὸ τῶν ἄλλων ζῴων· πάντα γὰρ τὰ γένη συνήθει τινὶ χρῆται σχήματι, καὶ οὑ μεταβάλλει διὰ τὸ τῷ κατὰ φύσιν ἀκολουθεῖν λόγῳ. οἷον τὰ μέν ὄπισθεν ἐπιβαίνει, ὡς ἵππος ὄνος αἴξ βοῦς ἔλαφος καὶ τὰ λοιπὰ τετράποδα τὰ δέ συμβάλλει πρότερον τὰ στόματα, ὡς ἔχιδναι καὶ περιστεραὶ καὶ γαλαῖ τὰ δὲ κατὰ βραχὺ συνέρχεται, ὡς στρουθός τὰ δὲ ἐπιβαίνοντα τῷ βάρει τὰς θηλείας συνιζάνειν ἀναγκάζει, ὡς πάντες ὄρνιθες· τὰ δὲ οὐδὲ πρόσεισιν ἀλλήλοις, ἀλλʼ ὑπὸ τῶν ἀρσένων ἀποθλιβέντα ἀναλέγουσιν αἱ θήλειαι τὰ σπέρματα, ὡς ἰχθύες. οὕτως εἰκὸς καὶ ἀνθρώπους τὸ μὲν οἰκεῖον σχῆμα τὸ πρόσχρωτα ἔχειν, τὰ δὲ λοιπὰ ἐπιτεχνήσασθαι ὕβρει καὶ ἀκολασία εἴκοντας. πάντων δὲ δεινότατον ἐτήρησα τὸ δοκεῖν ὑπὸ τῆς μητρὸς ἀρρητοποιεῖσθαι· καὶ γὰρ τέκνων ὄλεθρον καὶ οὐσίας ἀπώλειαν καὶ νόσον σημαίνει μεγάλην τῷ ἰδόντι. οἶδα δὲ τινα, ὃς ἐπὶ τούτῳ τῷ ὀνείρῳ ἀφῃρέθη τὸ αἰδοῖον· καὶ γὰρ εἰκὸς ἦν ἥμαρτε μέρει τοῦ σώματος, τούτῳ καὶ κολασθῆναι. εἰ δὲ ὑπὸ τῆς ἑαυτοῦ γυναικὸς ἢ ἐρωμένης δόξειέ τις ἀρρητοποιεῖσθαι, ἔχθρα ἢ λύσις τοῦ γάμου ἢ τῆς φιλίας ἔσται οὐ γὰρ ἔνεστι τῇ τοιαύτῃ οὔτε τραπέζης οὔτε φιλήματος κοινωνῆσαι, εἰ μὴ ἄρα ἐν γαστρὶ ἔχοι ἡ γυνή· φθερεῖ γὰρ τὸ κατὰ γαστρὸς διὰ τὸ παρὰ φύσιν δέχεσθαι τὰ σπέρματα. ἔτι καὶ ἡ εὐπορωτέρα τοῦ ἀνδρὸς πολλὰ δάνεια διαλύσει ὑπέρ τοῦ ἀνδρός, καὶ ἡ δούλῳ συνοικοῦσα παρʼ ἑαυτῆς εἰσφέρουσα χρήματα ἐλευθερώσει τὸν ἄνδρα, καὶ οὕτω συμβήσεται τοῦ ἀνδρὸς τὸ ἀναγκαῖον (τοῦτο γὰρ τὸ αἰδοῖον καλεῖται) τοῦτʼ ἔστι τὴν ἀνάγκην καθαρὰν γενέσθαι. ὁ δὲ ὑπὸ φίλου ἢ συγγενοῦς ἢ τέκνου μηκέτι βρέφους ὄντος ἀρρητοποιηθεὶς εἰς ἔχθραν τῷ ἀρρητοποιήσαντι καταστήσεται, ὁ δὲ ὑπὸ βρέφους ἀρρητοποιηθεὶς κατορύξει τὸ βρέφος· οὐ γὰρ ἔτι τοῦτο οἷόν τέ ἐστι φιλῆσαι. ὁ δέ ὑπὸ ἀγνῶτός τινος ἀρρητοποιηθεὶς ζημιωθήσεται ζημίαν ἡντιναοῦν διὰ τὴν εἰς ἄχρηστον ἀπόκρισιν τοῦ σπέρματος. εἰ δὲ αὐτὸς δόξειέ τις ἀρρητοποιεῖν, εἰ μέν γνώριμόν τινα εἴτε ἄνδρα εἴτε γυναῖκα, εἰς ἔχθραν αὐτῷ καταστήσεται διὰ τὸ μὴ δύνασθαι στομάτων ἔτι κοινωνεῖν εἰ δέ ἀγνῶτα, πᾶσι βλαβερὸν πλὴν τῶν διὰ στόματος ἐχόντων τὴν ἐργασίαν, αὐλητὰς λέγω καὶ σαλπιγκτὰς καὶ ῥήτορας καὶ σοφιστὰς καὶ εἴ τινες ἄλλοι τούτοις εἰσὶν ὅμοιοι.