Ancient Greek
Book 1
Artemidorus, Onirocriticon 1.78.1
Not analysed yet
Ἐν τῷ περὶ συνουσίας λόγῳ διαίρεσιν τὴν ἀρίστην ποιούμενος εἴποι τις ἂν πρῶτον περὶ τῆς κατὰ φύσιν καὶ νόμον καὶ ἔθος συνουσίας, εἶτα περὶ τῆς παρὰ νόμον, καὶ τρίτον περὶ τῆς παρὰ φύσιν. πρῶτον μέν οὖν περὶ τῆς κατὰ νόμον συνουσίας ὧδέ πως ἔχει. γυναικὶ τῇ ἑαυτοῦ μιγῆναι ἑκούσῃ καὶ προσιεμένῃ καὶ πρὸς τὴν συνουσίαν μὴ ἀντιβαινούσῃ ἀγαθὸν ἐπίσης πᾶσιν· ἔστι γὰρ ἡ γυνὴ ἤτοι τέχνη τοῦ ἰδόντος ἢ πραγματεία, ἀφʼ ἧς τὰς ἡδονὰς πορίζεται, ἢ οὗ προΐσταται καὶ ἄρχει, ὡς καὶ τῆς γυναικός. σημαίνει δέ ὁ ὄνειρος τὴν ἀπὸ τῶν τοιούτων ὠφφέλειαν ἥδονται μέν γὰρ οἱ ἄνθρωποι τοῖς ἀφροδισίοις, ἥδονται δὲ καὶ ταῖς ὠφφελείαις. εἰ δὲ ἀντιβαίνοι ἡ γυνὴ ἢ μὴ παρέχοι ἑαυτήν, τὰ ἐναντία σημαίνει. ὁ δὲ αὐτὸς καὶ περὶ ἐρωμένης ἔστω λόγος. γυναιξὶ δὲ ἑταίραις ταῖς ἐπὶ κασωρίοις ἑστώσαις μίγνυσθαι μικρὰν μέν αἰσχύνην καὶ βραχὺ ἀνάλωμα σημαίνει αἰδοῦνται γὰρ ἅμα καὶ ἀναλοῦσι ταύταις πλησιάζοντες οἱ ἄνθρωποι· πρὸς δὲ πᾶσαν ἐγχείρησίν εἰσιν ἀγαθαί· καὶ γὰρ πρός τινων ‘ἐργάσιμοι’ λέγονται, καὶ οὐδὲν ἀρνησάμεναι παρέχουσιν ἑαυτάς. εἴη δʼ ἄν ἀγαθὸν τὸ εἰσιέναι εἰς τὰ πορνεῖα καὶ ἐξιέναι δύνασθαι, ἐπεὶ τό γε μὴ δύνασθαι ἐξιέναι πονηρόν. οἶδα δέ τινα, ὅς ἔδοξεν εἰσελθεῖν εἰς πορνεῖον καὶ μὴ δύνασθαι ἐξελθεῖν, καὶ ἀπέθανεν οὐ μετὰ πολλὰς ἡμέρας κατὰ λόγον τούτου ἀποβάντος αὐτῷ· κοινὸς γὰρ ὁ τόπος οὗτος καλεῖται, ὡς καὶ ὁ τοὺς νεκροὺς δεχόμενος, καὶ πολλῶν σπερμάτων ἀνθρωπίνων ἐνταῦθα γίνεται φθορά. εἰκότως οὖν ὁ τόπος οὗτος ἔοικε θανάτῳ. οὐδὲν μέντοι κοινὸν αἱ γυναῖκες ἔχουσι τῷ τόπῳ· αὐταὶ μέν γὰρ ἀγαθὰ σημαίνουσιν, ὁ δέ τόπος οὐκ ἀγαθός. ὅθεν αἱ πλαζόμεναι τῶν ἑταίρων λυσιτελέστεραι ὄναρ ὀφθῆναι. ἀγαθαὶ δέ καὶ αἱ ἐπὶ ἐργαστηρίων καθεζόμεναι καὶ πιπράσκουσαί τι καὶ δεχόμεναι ἐμπολὰς καὶ ὁραθεῖσαι καὶ μιγεῖσαι. εἰ δέ τις γυναῖκα ἣν οὐκ οἶδεν ὑπολάβοι περαίνειν, εἰ μέν εὔμορφος εἴη καὶ χαρίεσσα καὶ σκευὴν ἔχουσα ἱματίων πολυτελῶν καὶ μαλακῶν καὶ ὅρμων χρυσέων καὶ ἑαυτὴν παρέχουσα, καλὸν τῷ ἰδόντι καὶ οὐ μικρὸν τελεσθησόμενον δείκνυσιν εἰ δέ πρεσβῦτις εἴη καὶ εἰδεχθὴς καὶ ἄμορφος καὶ κακοείμων καὶ λυπηρῶς διάγοι καὶ εἰ μὴ παρέχοι ἑαυτήν, τἀναντία τῇ προτέρᾳ σημαίνει· χρὴ γὰρ ἡγεῖσθαι τὰς ἀγνοουμένας γυναῖκας εἰκόνας εἶναι πράξεων τῶν συμβησομένων τῷ ἰδόντι. οἵα ἂν οὖν ᾖ ἡ γυνὴ καὶ ὅπως διακειμένη, οὕτω καὶ ἡ πρᾶξις διαθήσει τὸν ἰδόντα. δούλῃ ἰδία καὶ δούλῳ μιγῆναι ἀγαθόν εἰσὶν γὰρ οἱ δοῦλοι κτήματα τοῦ ἰδόντος. διὸ σημαίνουσιν ἐπὶ τοῖς ἑαυτοῦ κτήμασιν ἡσθῆναι τὸν ἰδόντα ὡς εἰκὸς πλείοσι καὶ πολυτελεστέροις γινομένοις. περαίνεσθαι δὲ ὑπʼ οἰκέτου οὐκ ἀγαθόν καταφρονηθῆναι γὰρ σημαίνει καὶ βλαβῆναι παρὰ τοῦ οἰκέτου. τοῦτο δὲ καὶ ὑπὸ τοῦ ἀδελφοῦ, ἐάν τε νεώτερος ᾖ ὁ περαίνων ἐάν τε πρεσβύτερος, ἢ καὶ ὑπὸ ἐχθροῦ. γυναικὶ δὲ γνωρίμῃ καὶ συνήθει μίγνυσθαι εἰ μέν ἐρωτικῶς διακείμενός τις καὶ ἐπιθυμῶν τῆς γυναικὸς ἴδοι τὸν ὄνειρον, οὐδέν προαγορεύει διὰ τὴν ἐπιτεταμένην ἐπιθυμίαν εἰ δὲ μὴ ἐπιθυμοίη τῆς γυναικός, ἀγαθὸν αὐτῷ, ὅταν ἡ γυνὴ εὔπορος ᾖ πάντως γάρ τι πράξει λυσιτελές παρὰ τῇ γυναικὶ ἢ διὰ τῆς γυναικός, ἣν εἶδεν ὁ ἀνήρ. ἡ γὰρ τὸ σῶμα τὸ ἑαυτῆς τινι παρέχουσα εἰκότως καὶ τὰ περὶ τὸ σῶμα παρέχοι ἄν. πολλάκις δὲ τὸ τοιοῦτον ὄναρ καὶ ἐν μυστηρίοις τῆς γυναικὸς γενόμενον τὸν ἐδόντα ὠφέλησε παρέχει γὰρ ἡ τοιαύτη καὶ τῶν ἀπορρήτων ἅψασθαι. ὕπανδρον δὲ κατὰ νόμους γεγαμημένην περαίνειν οὐκ ἀγαθὸν διὰ τὸν νόμον οἵοις γὰρ τὸν ἐπὶ μοιχεία ἁλόντα ὁ νόμος ὑπάγει, τοῖς αὐτοῖς καὶ τὸ ὄναρ. περαίνεσθαι δὲ ὑπό τινος γνωρίμου γυναικὶ μέν λυσιτελές, οἷος ἂν ᾖ ὁ περαίνων· ἀνδρὶ δὲ ὑπὸ πλουσιωτέρου καὶ πρεσβυτέρου περαίνεσθαι ἀγαθόν παρὰ γὰρ τῶν τοιούτων ἔθος ἐστὶ λαμβάνειν ὑπὸ δὲ νεωτέρου καὶ ἀπόρου περαίνεσθαι πονηρόν· τοῖς γὰρ τοιούτοις ἔθος ἐστὶ προσδιδόναι. τὸ δʼ αὐτὸ σημαίνει καὶ ἐὰν πρεσβύτερος ᾖ ὁ περαίνων καὶ πτωχός. χειροτονεῖν δὲ τὸ αἰδοῖον εἴ τις ὑπολάβοι, δοῦλον ἢ δούλην περανεῖ διὰ τὸ τὰς χεῖρας τὰς προσαγομένας τῷ αἰδοίῳ ὑπηρετικὰς εἶναι εἰ δὲ μὴ ἔχοι θεράποντας, ζημίαν ὑπομενεῖ διὰ τὴν εἰς ἄχρηστον τοῦ σπέρματος ἀπόκρισιν. οἶδα δέ τινα δοῦλον, ὃς ἔδοξε τὸν δεσπότην αὐτοῦ δέφειν, καὶ ἐγένετο τῶν παίδων αὐτοῦ παιδαγωγὸς καὶ τροφός· ἔσχε γὰρ ἐν ταῖς χερσὶ τὸ τοῦ δεσπότου αἰδοῖον ὂν τῶν ἐκείνου τέκνων σημαντικὸν. καὶ πάλιν αὖ οἶδὰ τινα ὃς ἔδοξεν ὑπὸ τοῦ δεσπότου δέφεσθαι, καὶ προσδεθεὶς κίονι πολλὰς ἔλαβε πληγάς, καὶ οὕτως ὑπὸ τοῦ δεσπότου ἐνετάθη. Περὶ δὲ τῆς παρανόμου συνουσίας οὕτω κρίνειν δέον ἐστίν. υἱὸν περαίνειν οὐδέπω πενταετῆ γεγονότα θάνατον τῷ παιδὶ σημαίνει, καθὼς πολλάκις ἐτήρησα· εἰκὸς δὲ τοῦτο σημαίνειν διὰ τὸ φθείρεσθαι τὸ βρέφος, φθορὰν δὲ καλοῦμεν τὸν ὄλεθρον. εἰ δὲ ὑπὲρ ὰ πέντε ἔτη ὁ παῖς εἴη γεγονώς, ἔτι δὲ τῶν δέκα ἐντός, νοσήσει μὲν ὁ παῖς, ἀφρόνως δέ τι πραγματευσάμενος ὁ ἰδὼν τὸν ὄνειρον βλαβήσεται· ὁ μέν γὰρ διὰ τὸ παιδικὸν τῆς ἡλικίας πρὸ τῆς ὥρας περαινόμενος διὰ τὸ ἀλγεῖν νοσήσει, ὁ δὲ βλαβήσεται διʼ φροσύνην· οὐ γάρ ἐστιν ἐρρωμένου τὴν γνώμην οὐχ ὅτι τὸν ἑαυτοῦ υἱὸν ἀλλʼ οὐδὲ ἄλλον τηλικοῦτον περαίνειν. εἰ δὲ ἀντίπαις εἴη ὁ υἱός, ἐὰν μὲν πένης ἡ ὁ πατήρ, εἰς διδασκάλου πέμπων τὸν υἱὸν μισθούς τε αὐτῷ χορηγῶν τὰς εἰς αὐτὸν ἀποκρίσεις ποιήσεται . εἰ δὲ πλούσιος τὸ τοιοῦτον ἴδοι, πολλὰ τῷ υἱῷ δωρούμενος καὶ καταγράφων εἰς αὐτὸν ἀπουσίας ποιήσεται. ἀνδρὶ δὲ τελείῳ ἤδη ὄντι τῷ υἱῷ μιγῆναι ἀποδημοῦντι μὲν ἀγαθόνσυνελθεῖν γὰρ καὶ συναναστραφῆναι σημαίνει τὸ ὄναρ διὰ τὸ τῆς συνουσίας ὄνομα· συνόντι δὲ καὶ συνδιατρίβοντι πονηρόν· χωρὶς γὰρ ἀλλήλων γενέσθαι αὐτοὺς ἀνάγκη διὰ τὸ τὴν τῶν ἀνδρῶν συνουσίαν ὡς ἐπὶ τὸ πλεῖστον ἐξ ἀποστροφῆς γίνεσθαι. περαίνεσθαι δέ ὑπὸ τοῦ υἱοῦ βία βλαβῆναι ὑπὸ τοῦ υἱοῦ σημαίνει, ἐφʼ ᾗ βλάβῃ καὶ ὁ υἱὸς οἰμώξει εἰ δὲ τὸν ἑαυτοῦ πατέρα δόξειέ τις περαίνειν, φυγὰς ἔσται τῆς ἑαυτοῦ ἢ πρὸς τὸν πατέρα εἰς ἔχθραν κατασταθήσεται· ἢ γὰρ αὐτὸς ἀποστραφήσεται αὐτὸν ὁ πατὴρ ἢ ὁ δῆμος ὁ τῷ πατρὶ τὸν αὐτὸν ἔχων λόγον. θυγάτριον μικρόν μὲν παντελῶς καὶ οὐδέπω πενταετές γεγονὸς ἐντὸς δʼ ἔτι τῶν δέκα, ἐπίσης τῷ υἱῷ σημαίνει ὅταν δʼ ὡραία γάμων ἡ παῖς τύχῃ αὖσα, εἰς ἀνδρὸς πορεύσεται, καὶ ὁ ἰδὼν τὸν ὄνειρον φερνὴν ἐπιδοὺς οὕτως εἰς τὴν θυγατέρα ἀπουσιάσει. οἶδα δέ τινα, ὃς ἐπὶ τούτῳ τῷ ὀνείρῳ τῆς γυναικὸς ἐστερήθη ὀρθῶς καὶ κατὰ λόγον· λοιπὸν γὰρ ἦν αὐτῷ ἡ θυγάτηρ διὰ τῆς οἰκουρίας καὶ τὰ γυναικὸς καὶ τὰ θυγατρὸς ἔργα παρέχουσα. εἰ δὲ παρὰ ἀνδρὶ οὔσῃ τῇ θυγατρὶ τῇ ἑαυτοῦ τις ὑπολάβοι συνεῖναι, χωρισθεῖσα τοῦ ἀνδρὸς ἡ θυγάτηρ πρὸς αὐτὸν ἀφίξεται, ἴνα αὐτῷ συνῇ καὶ συναναστρέφηται. ἀγαθὸν δὲ πένητι πλουσίαν ἔχοντι θυγατέρα μιγῆναι αὐτῇ· πολλὰ γὰρ ἀπὸ τῆς θυγατρὸς ὠφελούμενος ἡσθήσεται ἐπʼ αὐτῇ. πολλάκις δὲ οἱ πλουτοῦντες καὶ παρὰ προαίρεσιν ἐπέδωκάν τι ταῖς θυγατράσι τοῦτον ἰδόντες τὸν ὄνειρον, καὶ οἱ νοσοῦντες ἀπέθανον ἐπὶ κληρονόμοις ταῖς θυγατράσι. περὶ δὲ ἀδελφῆς περισσὸν λέγειν τὰ αὐτὰ γὰρ τῇ θυγατρὶ σημαίνει. ἀδελφὸν δέ περαίνειν καὶ πρεσβύτερον καὶ νεώτερον ἀγαθὸν τῷ ἰδόντι· ὑπέρτερος γὰρ τοῦ ἀδελφοῦ ἔσται καὶ καταφρονήσει αὐτοῦ. φίλον δὲ ὁ περαίνων εἰς ἔχθραν αὐτῷ καταστήσεται βλαβέντι πρότερον ὑπʼ αὐτοῦ.