Ancient Greek
Book 1
Artemidorus, Onirocriticon 1.81
Not analysed yet
Αὐτὸ μέν τὸ καθεύδειν δοκεῖν ἄπρακτον, καὶ τὸ μέλλειν ὑπνοῦν καὶ αὐτὸ ἄπρακτον καὶ πονηρὸν πᾶσι πλὴν τῶν φοβουμένων βασάνους προσδοκώντων· πάσης γὰρ ἀπαλλάττει φροντίδος καὶ παντὸς δέους ὁ ὕπνος. τὸ δὲ ἀνίστασθαι ἐξ ὕπνου πράξεις καὶ ἐργασίας προαγορεύει, μόνοις δὲ τοῖς φοβουμένοις ἐστὶ πονηρόν. ἐν ἱερῷ δὲ καθεύδειν δοκεῖν νοσοῦντι μὲν ὑγείαν, ἐρρωμένῳ δὲ νόσον ἢ μεγάλας φροντίδας προαγορεύει· ὁ μὲν γὰρ ἀνάπαυλαν ἕξει τῆς νόσου διὰ τὸ τοὺς καθεύδοντας μὴ ἀντιλαμβάνεσθαι πόνων, ὁ δʼ ἐπʼ ἰατρείαν θεῶν κατελεύσεται. ἐν μνήμασι δὲ καὶ τάφοις καὶ ἐν ὀδῷ καθεύδειν τοῖς μὲν νοσοῦσι θάνατον προαγορεύει, τοῖς δὲ ἐρριμένοις ἀπραξίαν· ἄπρακτοι γὰρ αἱ τοιαῦται διατριβαὶ καὶ τὰ χωρία.