Ancient Greek
Book 1
Artemidorus, Onirocriticon 1.82
Not analysed yet
‘Ἔρρωσο’ δὲ καὶ ὑγίαινεʼ οὔτε λέγειν οὔτε ἀκούειν ἀγαθόν οὔτε γὰρ προσμόντες ἀλλήλοις οὔτε μέλλοντές τι πράττειν ταῦτα λέγουσιν οἱ ἄνθρωποι, ἀλλὰ ἀπαλλαττόμενοι ἀλλήλων καὶ πρὸς ὕπνον τρεπόμενοι. διὸ καὶ γάμους καὶ κοινωνίας διίστησι καὶ τοὺς νοσοῦντας ἀναιρεῖ. Ἡ μὲν οὖν πρώτη τῆς πραγματείας βίβλος, Κάσσιε Μάξιμε, τὸν ἐπιβάλλοντα λόγον ἀποχρώντως καὶ ὡς μήτε ἐνδεῖν τι τῶν ἀναγκαίων μήτε ὑπερβάλλειν τι τῶν δεόντων ἀπείληφεν ἐν δὲ τῇ δευτέρα βίβλῳ ὧν ἐπηγγειλάμεθα ἐν ἀρχῇ τῆσδε τῆς βίβλου λόγον ἀποδώσομεν.