Ancient Greek
Book 2
Artemidorus, Onirocriticon 2.15
Not analysed yet
Βάτραχοι δὲ ἄνδρας γόητας καὶ βωμολόχους προαγορεύουσι, τοῖς δὲ ἐξ ὄχλου ποριζομένοις εἰσὶν ἀγαθοί. οἶδα δέ τινα οἰκέτην, ὃς ἔδοξε βατράχοις κονδύλους ἐπισείειν, καὶ προέστη τῆς τοῦ δεσπότου οἰκίας ἄρχων τῶν ἐν τῇ οἰκίᾳ, ἀνθρώπων· ἡ μὲν γὰρ λίμνη τὴν οἰκίαν ἐσήμαινεν, οἱ δὲ βάτραχοι τούς ἔνδον ἀνθρώπους, ὁ κονδυλισμὸς δὲ τὴν ἐπιταγήν.