Ancient Greek
Book 2
Artemidorus, Onirocriticon 2.16
Not analysed yet
Θηρίον θαλάσσιον ἐν θαλάσσῃ ἰδεῖν οὐδενὶ συμφέρει πλὴν δελφῖνος· οὗτος γὰρ ἐν θαλάσσῃ ὁρώμενος ἀγαθός, καὶ ὅπου ἐπέρχεται, ἐκεῖθεν πνευσόμενον ἄνεμον σημαίνει. ἔξω δὲ θαλάσσης καὶ τοῦ ὑγροῦ πᾶν θηρίον θαλάσσιον ὁραθὲν ἀγαθόν οὐ γὰρ ἔτι κακῶσαι δύναται ὅπου γε μηδὲ ἑαυτὸ σῶσαι ἀσπαῖρον καὶ δυσθανατοῦν. διὸ καὶ τοὺς ἐχθροὺς πρὸς τῷ μηδὲν ἰσχῦσαι κακοὺς κακῶς ἀπολέσθαι σημαίνει. δελφὶς δὲ ἔξω θαλάσσης ὁρώμενος οὐκ ἀγαθός τῶν γὰρ φιλτάτων τινὰ ἐπιδεῖν ἀποθανόντο σημαίνει.