Ancient Greek
Book 2
Artemidorus, Onirocriticon 2.28
Not analysed yet
Ἕλη ποιμέσι μόνοις συμφέρει, τοῖς δέ λοιποῖς ἀπραξιῶν ἐστι σημαντικά, καὶ τοῖς ὁδεύουσιν ἐμπόδια γίνεται οἰὰτας ἐν αὐτοῖς ἀνοδίας. ὅρη δέ καὶ νάπαι καὶ ἄγκη καὶ φάραγγες καὶ ῦλαι πᾶσι δυσθυμίας καὶ φόβους καὶ ταραχὰς καὶ ἀνεργασίας σημαίνουσι, δούλοις δέ καὶ κακούργοις βασάνους καὶ πληγὰς καὶ πλουσίοις βλάβας διὰ τὸ κατακόπτεσθαι καὶ ἀεί τι ἀποβάλλειν. ἀεὶ δέ μεινον ταῦτα διεκπερᾶν καὶ τὰς ἐναὐτοῖς ὁδοὺς εὑρίσκειν καὶ ἀπὸ τούτων εἰς πεδία κατιέναι καὶ μηκέτι ἐν αὐτοῖς ὄντα διυπνίζεσθαι. οἵας δʼ ἄν ὀδούς ὁδεύειν τις ὑπολάβῃ, τοιούτῳ χρήσεται τῷ βίῳ· αἱ μέν γὰρ πλατεῖαι καὶ ὁμαλαὶ καὶ ἐν πεδίῳ οὖσαι πολλὴν εὐμάρειαν ἐν τοῖς πραττομένοις προαγορεύουσιν, αἱ δέ λεῖαι μέν ἀνάντεις δέ μετὰ παρολκῆς καὶ δυσθυμίας σημαίνουσιν ἀνύσειν τὰ προκείμενα, ,αἱ δέ κατάντεις πάσίν εἰσιν ἄπρακτοι πλὴν τῶν φοβουμένων καὶ φευγόντων θᾶττον γὰρ ἀποφυγεῖν προαγορεύουσι· στεναὶ δέ παντελῶς δυσθυμίας σημαίνουσι.