Ancient Greek
Book 2
Artemidorus, Onirocriticon 2.29
Not analysed yet
Δικαστήρια καὶ δικασταὶ καὶ δικολόγοι καὶ νομοδιδάκται πᾶσι ταραχὰς καὶ δυσθυμίας καὶ δαπάνας ἀκαίρους προμαντεύονται καὶ τὰ κρυπτὰ ἐλέγχουσι, τοῖς δέ νοσοῦσι κρισίμους ἡμέρας προαγορεύουσιν, ἐν αἷς, ἐὰν μέν κατ’ ὄναρ νικῶσιν, ἐπὶ τὸ βέλτιον μεταβαλοῦσιν, ἐὰν δέ λειφθῶσι κατ’ ὄναρ, τεθνήξονται. εἰ δέ τις δίκην ἔχων ὑπολάβοι ἐν τῇ τοῦ δικαστοῦ χώρα καθέζεσθαι, οὐ λειφθήσεται οὐ γὰρ ὁ δικαστὴς ἑαυτοῦ καταδικάζει, ἀλλʼ ἄλλων. πάσι δὲ τοῖς δίκην ἔχουσιν ἰατροὶ ὁρώμενοι τὸν ἴσὸν τοῖς συνηγόροις ἐπέχουσι λόγον.