Ancient Greek · ~5 min
Book 2
Artemidorus, Onirocriticon 2.31
Not analysed yet
Πόλεμος καὶ τὰ πολέμου ἔργα πᾶσι ταραχὰς σημαίνει καὶ δυσθυμίας πλὴν στρατιωτῶν καὶ τῶν ἐξ ὅπλων ἢ ἐν ὅπλοις ἐργαζομένων· τούτοις δέ εὐπορίαν προαγορεύει. τῶν δέ ὅπλων τὰ μέν σκεπαστικὰ πολλὴν ἀσφάλειαν προαγορεύει, οἷον ἀσπὶς καὶ κράνος καὶ θώραξ καὶ κνημῖδες. τὰ δὲ ἑκηβόλα πολλάκις καὶ ἀκουσίων άμαρτημάτων αἴτια γίνεται καὶ στάσεως καὶ φιλονεικίας οἷον δόρυ καὶ λόγχη καὶ ἀκόντιον καὶ σφενδόνη. μάχαιρα δέ καὶ ξίφος τὸν θυμὸν τοῦ ἰδόντος σημαίνουσι καὶ τῶν χειρῶν τὸ ἰσχυρότατον καὶ τῆς γνώμης τὸ τολμηρότατον. ἰδίως δέ ἡ ἀσπὶς γυναῖκα σημαίνει καὶ ἡ περικεφαλαία· πλουσίαν μὲν καὶ εὔμορφον ἡ πολυτελής, πενιχρὰν δέ καὶ ἄμορφον ἡ μὴ πολυτελής. στρατολογεῖσθαι δέ στρατεύεσθαι τοῖς ὁπωσπτοτοῦν νοσοῦσι θάνατον σημαίνει· καὶ γὰρ ὀ στρατευσάμενος ἐξ ἰδιωτικοῦ μεταβάλλει τὸν ἑαυτοῦ βίον καὶ ἐν ἄλλαις γίνεται διατριβαῖς τὴν πρώτην καταλιπών. πολλάκις δέ καὶ πρεσβύταις θάνατον προηγόρευσε, τοῖς δὲ λοιπτοῖς σκυλμούς τε καὶ ἀηδίας καὶ κινήσεις προαγορεύει καὶ ἀποδημίας. ἀργοῖς δέ καὶ ἀπόροις πράξεις σημαίνει καὶ ἐργασίας οὔτε γὰρ ἀργὸς ὁ στρατιώτης οὐτε ἐνδεής ἐστι. δούλοις δέ ἐν τιμῇ μέν γενέσθαι σημαίνει, μηδέπω δὲ ἐλευθερωθῆναι· πολλοὶ δὲ καὶ ἐλευθερωθέντες οὐδὲν ττον ἐδούλευσάν τε καὶ ὑπετάγησαν· καὶ γὰρ εἰ καὶ ἐλεύθερος ὀ στρατιώτης, οὐδὲν ἧττον ὑπηρετεῖ.