Ancient Greek
Book 2
Artemidorus, Onirocriticon 2.30.1
Not analysed yet
Βασιλεύεινδοκεῖν τῷ μὲν νοσοῦντι θάνατον προαγορεύει ἀνυπότακτος γὰρ μόνος ὁ βασιλεύς, ὥσπερ καὶ ὁ ἀποθανών· τῷ δέ ἐρρωμένῳ τῶν συγγενῶν ἀπώλειαν πάντων καὶ κοινωνῶν χευρισμόν· ἀκοινώνητος γὰρ ἡ βασιλεία. κακούργῳ δέ δεσμὰ σημαίνει καὶ τὰ κρυπτὰ ἐλέγχει· ἐκφανὴς γὰρ ὁ βασιλεύς ἐστι καὶ ὑπὸ πολλῶν φρουρεῖται. τὸ δέ αὐτὸ σημαίνει καὶ ἡ βασιλικὴ σκευή, τοῦτ’ ἔστι διάδημα καὶ σκῆπτρον καὶ ἁλουργίς. βασιλεύειν πένης ἐὰν δόξῃ, πολλὰ πράξει ἐπιδόξως μέν, ἀκερδῶς δέ. δούλῳ δέ τὸ βασιλεύειν ἐλευθερίαν προαγορεύει· πάντως γὰρ χρ τὸν βασιλέα ἐλεύθερον εἶναι. ἄριστον δὲ φιλοσόφῳ καὶ μάντει τὸ βασιλεύειν οὐδὲν γὰρ ὑγιοῦς γνώμης ἐλευθεριώτερον οὐδὲ βασιλικώτερον ὑπολαμβάνομεν εἶναι. στρατηγεῖν δέ τοῖς μὲν ἠθάσιν ἀγαθόν, πένησι δὲ ταραχὰς σημαίνει καὶ περιβοησίας, δούλοις δέ ἐλευθερίαν. γραμματεύειν δὲ δοκεῖν ἀλλοτρίων καὶ οὐδὲν προσηκόντων σημαίνει φροντίσαι πραγμάτων, ἐξ ὧν κάματος μέν τῷ δόντι καὶ πόνος ἔσται, ὠφέλεια δὲ οὐδʼ ἡτισοῦν. νοσοῦντι δὲ καὶ αὕτη ἡ ἀρχὴ θάνατον προσημαίνει διὰ τὸ προάγειν τὸν γραμματέα. δούλῳ δέ οἰκονομίας καὶ πίστεις περιποιεῖ τὸ ὄναρ τοῦτο. ἀστυνομεῖν δὲ παιδονομεῖν γυναικονομεῖν φροντίδας καὶ σκυλμούς τῷ ἰδόντι περιτίθησι διὰ δημόσια διὰ παιδία διὰ γυναῖκας. ἀγορανομεῖν δέ τοῖς ἐπὶ ἰατρικὴν ὁρμῶσι συμφέρει, καὶ μάλιστα τοῖς διαιτωμένοις διὰ τὸ τροφῆς τὸν ἀγορανόμον προνοεῖσθαι τοῖς δέ λοιποῖς ταραχὰς καὶ περιβοησίας σημαί νει. ἐὰν δέ καὶ πράγματα ποιῇ καὶ δαπάνας ἀχρήστους, πάντως καὶ ῳψόγους ἕξει· οὐ γὰρ ἔστιν ἀγορανομοῦντα ἄνευ τούτων διάγειν. ἐπιδόσεις δέ δημοσίας ἐπιδιδόναι παρʼ ἑαυτοῦ τοῖς μέν νοσοῦσι θάνατον προαγορεύει καὶ τῆς οὐσίας σκορπισμὸν καὶ διάλυσιν, τοῖς δέ ἐρρωμένοις ταραχὰς καὶ περιβοησίας. μόνοις δέ τοῖς παντελῶς ἀπόροις ἀγαθόν ἐστι καὶ κερδοφόρον τὸ ὄναρ· οὐ γὰρ ἔστι πολλοῖς ἐπιδιδόναι μὴ οὐχὶ πολλὰ ἔχοντα. ἀγαθὸν δέ καὶ σκηνικοῖς καὶ θυμελικοῖς καὶ πᾶσι τοῖς εἰς ὄχλον καθιεῖσιν ἑαυτούς· τιμὴν γὰρ πολλὴν κετήσασθαι σημαίνει· εὐφημοῦνται γὰρ οἱ τὰς ἐπιδόσεις διδόντες. διδομένης δέ ἐπιδόσεως δοκεῖν λαμβάνειν ἀγαθόν, μὴ λαμμιιβάνειν δέ πονηρὸν πᾶσιν, ἐάν τε δημοσία ἡ ἐπίδοσις ᾖ ἐάν τε ἰδιωτική· θάνατον γὰρ ἄντικρυς προαγορεύει, ἐπεὶ μηκέτι τοῖς ἀποθανοῦσιν ἡ ἐπίδοσις δίδοται. οἱδα δέ τινα εἰς Ὀλύμμπια ἀνιόντα ἐπὶ τῷ ἀγωνίσασθαι, ὃς ἔδοξε τούς Ἑλλανοδίκας τοῖς ἀθληταῖς διδόναι ἄρτους, αὐτῷ δέ ὑστερήσαντι μηκέτι ἔχειν ὅ τι δοῦναι. καὶ οἱ μὲν ἄλλοι πάντες ἐδόκουν αὐτὸν οὐ καταλήψεσθαι τὸν ἀγῶνα, ἐμοὶ δέ δίκαιον ἐδόκει. καὶ δὴ οὕτως ἀπέβη. μετὰ γὰρ τὰς ἀπογραφὰς εὐθέως ἀπέθανεν. οἵα δʼ ἄν ἀρχὴ πορφύραν ἢ χρυσὸν τὸν ᾶρχοντα ἀναγκάζῃ φορεῖν, ὄλεθρον τοῖς νοσοῦσι σημαίνει καὶ τὰ κρυπτὰ ἐλέγχει. τὸ δὲ ἰεράσθαι καὶ ἱερωσύνην παρὰ δήμου λαμβάνειν ἀγαθὸν πᾶσι πλὴν τῶν ἀποκρυπτομένων ἐπίσημοι γὰρ οἱ ἐρεῖς. οἱου δʼ ἄν ὑπολάβῃ τις θεοῦ ερεὺς εἶναι, τοιοῦτον αὐτῷ καὶ τὸ ἀγαθὸν ἀποβήσεται ἢ ἀπὸ τοιούτων ἀνδρῶν ἢ γυναικῶν. συστημάτων δέ οἰκίας ἄρχειν ἢ ἐπιτροπεύειν πᾶσι σκυλμοὺς καὶ ἀηδίας βιωτικὰς περιτίθησι, πολλάκις δέ καὶ ζημίας, μάλιστα δέ τοῖς δοκοῦσι παρʼ ἑαυτῶν φιλοτιμεῖσθαι καὶ δεῖπνα ποιεῖν ἐπιδόσεις διδόναι. πᾶσα δέ ἱερωσύνη καὶ πᾶσα ἀρχή, ἧς μὴ μέτεστι γυναικί, ἐὰν ὑπολάβῃ γυνὴ ἱερατεύειν ἢ ἄρχειν, θάνατον αὐτῇ προαγορεύει· καὶ πάλιν αὖ πάσα ἱερωσύνη καὶ πᾶσα ἀρχή, ἡς μὴ μέτεστιν ἀνδρί ,ἐὰν ἀνὴρ ὑπολάβῃ ἱερατεύειν ἢ ἄρχειν, ὁμοίως αὐτῷ προαγορεύει θάνατον.