Ancient Greek
Book 2
Artemidorus, Onirocriticon 2.38
Not analysed yet
Ποσειδῶν καὶ λμφιτρίτη καὶ Νηρεὺς καὶ Νηρηίδες οὐτοί τε ὁρώμενοι καὶ τὰ ἀγάλματα αὐτῶν ἀτάραχοι καὸ μηδὲν πονηρὸν πράττοντες ἢ λέγοντες ἀγαθοί εἰσι πᾶσι τοῖς τὴν θάλασσαν ἐργαζομένοις καὶ τοῖς κινεῖσθαι βουλομένοις, καὶ πρὸς τὰς λοιπὰς ἐγχειρήσεις οὐδὲν ἦττόν εἰσιν ἀγαθοί, πάντων δὲ μάλιστα τοῖς εἰς ὄχλον προῖοῦσι συμφορώτατοι τετήρηνται· κινούμενοι δὲ ἢ ταρασσόμενοι κακόν τι λέγοντες ἢ δρῶντες ἢ πάσχοντες ἢ ἀπειλοῦντες τὰ ἐναντία τοῖς προειρημένοις σημαίνουσι. πολλάκις δὲ καὶ σεισμὸν καὶ ὄμβρον προηγόρευσαν ἐσόμενον. Λευκοθέα τοῖς μὲν τὴν θάλασσαν ἐργαζομένοις ἀγαθή, πρὸς δὲ τὰ ἄλλα πονηρὰ καὶ λύπης καὶ πένθους σημαντικὴ διὰ τὴν περὶ αὐτὴν ἱστορίαν. Πρωτεὺς δὲ καὶ λαῦκος καὶ Φόρκυς καὶ οἱ περὶ τούτους δαίμονες δόλους καὶἀπάτας σημαίνουσι διὰ τὸ εὐμετάβολον τῆς ὄψεως. μάντεσι δὲ ἀγαθοί. περὶ δὲ θἀαλάσσης καὶ Κυμάτων ἐν τῷ περὶ πλοῦ λόγῳ. ἔμπροσθεν ἐναὐτῷ τούτῳ τῷ βιβλίῳ ἐπεμνήσθην. ἰγιαλοὶδὲ καὶ Ἠιιόνες ἐλπίδων εἰσὶ σημαντικοὶ καὶ τοῖς κάμνουσι σωτηρίας· καὶ γὰρ οἱ ἐν μεγάλῳ χειμῶνι γενόμενοι, ἐπὰν ἴδωσιν αἰγιαλόν, ἐν ἡδίσταις ἐλπίσι γίνονται σωτηρίας. Ποταμοὶ δὲ καὶ Δίμναι καὶ Νύμφαι αἱ ἐφυδριάδες ἀγαθοὶ πρὸς παίδων γονήν. ἀκριβέστερον δέ περὶ αὐτῶν ἐν τῷ ἔμπροσθεν λόγῳ εἴρηκα. λχελῷος δέ τὰ αὐτὰ τοῖς ποταμοῖς καὶ παντὶ ποτίμῳ ὕδατι σημαίνει καὶ ἰσχυρότερα τὰ ἀποτελέσματα ποιεῖ. ἐπειδὴ δὲ περὶ τούτων κατὰ τὸ χόμενον εἴρηται, λοιπὸν ἄν εἴη περὶ χθονίων θεῶν εἰπεῖν καὶ τῶν πέριξ τούτων.