Ancient Greek
Book 2
Artemidorus, Onirocriticon 2.39.1
Not analysed yet
Πλούτων καὶ Περσεφόνη τοῖς φοβουμένοις εἰσὶν ἀγαθοί ἄρχουσι γὰρ τῶν οὐκέτι φοβουμένων· ἀγαθοὶ δέ καὶ πένησι· πλοῦτον γὰρ καὶ πρόσκτησιν σημαίνουσι διὰ τὸ ἀνενδεές τῶν ὑποτεταγμένων αὐτοῖς ἀγαθοὶ δὲ καὶ τοῖς γῆν πρίασθαιβουλομένοις καὶ τοῖς ἐπὶτὸ ἄρχειν ὁρμωμένοις· πολλῶν γὰρ ᾶρχουσιν οἱ θεοὶ οὐτοι. καὶ πρὸς τὰς μυστικὰς δέ καὶ ἀπορρήτους χρείας ἀγαθοὶ τετήρηνται. πράττοντες δέ τι δεινὸν ἀπειλοῦντες τὰ ἐναντία σημαίνουσι. Δημήτηρ δὲ καὶ Κόρη καὶ ὁ λεγόμενος Ἴακχος τοῖς μεμυημένοις ταῖς θεαῖς ἀγαθόν τι καὶ οὐ τὸ τυχὸν ἐσόμενον σημαίνουσι· τοῖς δὲ ἀμυήτοις πρότερόν τινα φόβον καὶ κείνδυνον ἐπάγουσιν, εἶτα δὲ οὐδὲν ἧττον τελειοῦσι καὶ τὸ ἀγαθόν. γεωργοῖς δὲ καὶ τοῖς κτήσασθαι γῆν προῃρημένοις ἀγαθαί· κρατήσειν γὰρ τῆς γῆς καὶ δεσπόσειν προσημαίνουσι. καὶ τοὺς νοσοῦντας ἀνιστᾶσι καὶ σώζουσι· καρπῶν γάρ εἰσιν ἀνθρώποις χρησίμων αἴτιαι, ὧν τοῖς ἀποθανοῦσιν οὐ μέτεστιν. ἔτι καὶ τὴν Δήμητρα τῇ γῇ τὸν αὐτὸν ἔχειν λόγον φασὶν οἱ σοφοί· ζείδωρος γὰρ ἡ γῆ καὶ φερέσ βιος καλεῖται καὶ βιόδωρος. ἀγαθὴ δʼ ἂν εἴη καὶ πρὸς γάμον καὶ πρὸς τὰς ἄλλας ἐγχειρήσεις πάσας κατ’ ἰδίαν ὁρωμένη ἡ Δημήτηρ, οὐκέτι δέ ἡ Κόρη διὰ τὴν περὶ αὐτὴν ἱστορίαν. αὕτη δὲ πολλάκις καὶ τοῖς ὀφθαλμοῖς τοῦ ἰδόντος κίνδυνον ἐπήνεγκε διὰ τὸ ὄνομα· κόρη γὰρ καλεῖται καὶ ἡ γλήνη ἡ ἐν τῷ ὀφθαλμῷ. Σάραπις καὶ Ἶσις καὶ Ἄνουβις καὶ ρποκράτης αὐτοί τε καὶ τὰ ἀγάλματα αὐτῶν καὶ τὰ μυστήρια καὶ πᾶς ὁ περὶ αὐτῶν όγος καὶ τῶν τούτοις συννάων τε καὶ συμβώμωον θεῶν ταραχὰς καὶ κινδύνους καὶ ἀπειλὰς καὶ περιστάσεις σημαίνουσιν, ἐξ ὧν καὶ παρὰ προσδοκίαν καὶ παρὰ τὰς ἕλπίδας σώζουσιν· άεὶγὰρ σωτῆρεςεὶναι νενομισμένοιεἰσὶνοἱ θεοὶ τῶν εῖς πάντα ἀφιγμένωνκα εἰς ἔσχατον ἐλθόντωνκίνδυνον, τούς δέ ἔδη έν τοῖς τοιούτοις ὄντας αὐτίκα μάλασώῦζουσιν. ἐξαιρέτως δὲ τὰ μυστήρια αὐτῶν πένθους ἐστὶ σημαντικά· καὶ γὰρ εἰ καὶ ὁ φυσικὸς αὐτῶν λόγος ἄλλο τι περιέχει, ὅ γε μυθικὸς καὶ ὁ κατὰ τὴν ἱστορίαν τοῦτο δείκνυσιν· Ἑκάτη ἡ χθονία καὶ ριννύες καὶ Δαίμονες οἱ περὶ τούτους φοβεροὶ καὶ τοῖς δικαιοπραγοῦσι, τούς δέ παρανομοῦντας καὶ τούς ἐπιτιθεμένους τισὶ διαφθείρουσι. τὰ δʼ αὐτὰ τούτοις καὶ ἡ λεγομένη Μήτηρ θεῶν σημαίνει. αὕτη καὶ θορύβους καὶ πένθη καθʼ ἑαυτὴν ὁρωμένη προαγορεύει καὶ τὰ κρυπτὰ ἐλέγχει, γεωργοῖς δέ ἐστιν ἀγαθή· γῆ γὰρ εἶναι νενόμισται. Δεῖμος καὶ Φόβος Ἄρεος υἱοὶ καὶ αὐτὸς δέ ὁ Αρης στρατηγοῖς καὶ στρατιώταις καὶ μονομάχοις καὶ λῃσταῖς καὸ κυβευταῖς πᾶσι συμφέρουσι. τοῖς δέ λοιποῖς μάχας καὶ βλάβας σημαίνουσι· τούτων γάρ εἰσιν αἴτιοι. Ὠκεανὸς καὶ Τηθὺς φιλοσόφοις καὶ μάντεσι μιόνοις ἀγαθοί, καθὼς ἤδη εἴρηται· τοῖς δὲ λοιποῖς λύπας ἐπιφέρουσιν πλὴν τῶν παρὰ τῷ Ὠεανῷ ἀναστρεφομένων. Κ ρόνος καὶ Τιτᾶνες κακούργοις μὲν δεσμὰ σημαίνουσι καὶ τούς ἐπιτιθεμένους τισὶ κωλύουσιν ἀνύσαι, πρὸς δέ τὰ λάθρα πρασσόμενά εἰσιν ἀγαθοί. οὔτε δὲ γαμεῖν ἐπιτρέπουσιν οὔτε παῖδας ἐσομένους προαγορεύουσιν. Ἡ δὲ τῶν ὅλων Φύσις καὶ Εἱμαρμένη καὶ Πρόνοια καὶ εἴ τι ἄλλο ὄνομα τούτοις ἰσοδυναμεῖ, πᾶσιν ἀγαθὰ προαγορεύουσι πλὴν τῶν νοσούντων· τούτους δὲ ἀναιροῦσιν, ἐὰν μὴ εὐφημά τινα λέγωσι. κοινὸν δέ λόγον ἔχουσιν οἱ θεοὶ καὶ τὰ ἀγάλματα αὐτῶν. τούτων δέ τὰ μέν ἐξ ῦλης πεποιημένα στερεᾶς τε καὶ ἀσήπτου ἀγαθὰ ἄν εἴη, οἷοντὰ ἐκ χρυσοῦ πεποιημένα ἢ ἀργύρου ἢ χαλκοῦ ἐλέφαντος ἢ λίθου ἢ ἠλέκτρου ἢ ἐβένου τὰ δὲ ἐξ ὕλης ἄλλης πεποιημένα ἀγάλματα ἧττον ἄν εἴη ἀγαθά, πολλάκις δὲ καὶ κακά, οἷον τὰ γήινα καὶ ὀστράκινα καὶ πήλινα καὶ κήρινα καὶ γραπτὰ καὶ τὰ ὅμοια. ἔτι καὶ τοῦτο. ὅσοι ἀγαθὰ σημαίνουσιν, αὐτοί τε καὶ τὰ ἀγάλματα αὐτῶν, ἀγαθὸν ἄν εἴη μήτε συντριβόμενα ἰδεῖν μήτε κατασσόμενα τὰ ἀγάλματα αὐτῶν· ὅσοι δέ κακὰ σημαίνουσιν, αὐτοί τε καὶ τὰ ἀγάλματα αὐτῶν, ἀφανιζόμενα ἰδεῖν ἀγαθὸν ἄν εἴη τὰ ἀγάλματα αὐτῶν.