Ancient Greek
Book 2
Artemidorus, Onirocriticon 2.4
Not analysed yet
τὸ δὲ δοκεῖν πλύνειν τὰ ἑαυτοῦ ἱμάτια ἢ τὰ ἄλλων ἀπσθέσθαι τι τῶν δυσχρήστων κατὰ τὸν βίον σημαίνει διὰ τὸ καὶ τὰ ἱμάτια τὸν ῥύπον ἀποβάλλειν. καὶ τὰ κρυπτὰ ἐλέγξαι καὶ μαθεῖν πλύνειν γὰρ καταχρηστικῶς καὶ τὸ ἐλέγχειν ἔλεγον οἱ παλαιοί, ὥς που καὶ Μένανδρος ἢν γὰρ κακῶς μου τὴν γυναῖχʼ οὕτω λέγῃς, τὸν πατέρα καὶ σὲ τούς τε σοὺς ἐγὼ πλυνῶ, ἀντὶ τοῦ ἐλέγξω. ὅθεν καὶ τοῖς εὐλαβουμένοις ἐλεγχθῆναι πονηρὸν τὸ πλυνόμενα ἱμάτια ἰδεῖν.