Ancient Greek
Book 2
Artemidorus, Onirocriticon 2.5
Not analysed yet
Δακτύ λιοι σιδηροῖ ἀγαθοὶ μέν, οὐκ ἄνευ δὲ καμάτου τὰ ἀγαθὰ σημαίνουσι· πολύκμητον γὰρ καὶ ὀ ποιητὴς τὸν σίδηρον καλεῖ ἀγαθοὶ δέ καὶ οἱ χρυσοῖ, οἵ γε ψήφους ἔχοντες, ἐπεὶ οἵ γε ἄψηφοι ἀκερδεῖς τὰς ἐγχειρήσεις σημαίνουσι διὰ τὸ ἄψηφον· ψῆφον γὰρ καλοῦμεν λίθον τὴν ἐν τῷ δακτυλίῳ, ταὐτὸ δὲ καὶ τὸν τῶν χρημάτων ἀριθμόν. ἀεὶ δὲ ἀμείνονες οἱ ὁλόσφυροι· οἱ γὰρ κενοὶ καὶ θεῖον ἔνδον ἔχοντες δόλους καὶ ἐνέδρας σημαίνουσι διὰ τὸ ἐμπεριέχειν τι ἐγκεκρυμμένον μείζονας τὰς προσδοκίας τῶν ὠφελειῶν διὰ τὸ μείζονα τὸν ὄγκον τοῦ βάρους ἔχειν. σούκινοι δὲ καὶ ἐλεφάντινοι καὶ ὅσοι ἄλλοι δακτύλιοι γίνονται γυναιξί μόναις συμφέρουσιν. ὅρμοι δέ καὶ ἁλύσεις καὶ ἐνώῦτια καὶ λίθοι πολυτελεῖς καὶ πᾶς κόσμος περιδέραιος γυναικεῖος γυναιξὶ μὲν ἀγαθός· καὶ γὰρ ἀγάμοις γάμον προαγορεύει καὶ ἀτέκνοις τέκνα καὶ ταῖς ἀμφότερα ἐχούσαις πρόσκτησιν καὶ περιουσίαν πολλήν ὥσπερ γὰρ ὑπὸ τούτων κοσμοῦνται γυναῖκες, οὕτω καὶ ὑπὸ ἀνδρῶν καὶ ὑπὸ τέκνων καὶ ὑπὸ πλούτου (καὶ γὰρ φύσει εἰσὶ φιλόπλουτοι, ὥσπερ καὶ φιλόκοσμοι), ἔτι καὶ ταῦτα περιπλέκεται τῷ τραχήλῳ, ὥσπερ καὶ ἀνὴρ καὶ τέκνα. ἀνδρὶ δὲ δόλους καὶ ἐνέδρας καὶ καταπλοκὴν τῶν πραγμάτων πολλὴν σημαίνει οὐ διὰ τὴν ὕλην ἀλλὰ διὰ τὸ σχῆμα καὶ τὴν κατασκευήν· ἔστι γὰρ ὁ χρυσὸς οὐχ ὥσπερ τινὲς ἔλεγον πονηρὸς διὰ τὴν ὕλην, ἀλλὰ πᾶν τοὐναντίον ἀγαθός, ὡς πολλάκις ἐτήρησα, ἀλλʼ ὅ γε μὴ ἄμετρος μηδὲ πολὺς μηδέ ἀνοίκειος διὰ τὸ σχῆμα, ὡς τοῖς ἀνδράσιν οἱ ὅρμοι, μηδὲ ὑπὲρ τὴν ἀξίαν, ὡς τοῖς πένησιν οἱ στέφανοι καὶ τὰ μεγάλα σκεύη καὶ τὰ πολλὰ νομίσματα· ἐπεὶ ὅταν τοιοῦτον ἴδῃ τις, οὐκέτι διὰ τὴν ὕλην ἀλλὰ διὰ τὸ ποιὸν τῆς κατασκευῆς πονηρὸς γίνεται ὁ χρυσός. ἀπολλύμενα δὲ ἢ κατεασσόμενα ἢ διαλυόμενα γυναικὶ μὲν τὰ περὶ τὸν τράχηλον ἀπώλειαν ὧν ἔμπροσθεν εἶπον σημαίνει, ἀνδρὶ δὲ τὰ περὶ τὴν χεῖρα οὐ μόνον ἀπώλειαν τῶν πιστευομένων κατὰ τὸν οἶκον, γυναικὸς λέγω ἤ οἰκονόμου, ἀλλὰ καὶ αὐτῶν τῶν ὑπαρχόντων διαφθορὰν δηλοῖ, καὶ τοῖς πιστευομένοις τὸ μηκέτι πιστεύεσθαι· οὐ γὰρ ἔτι δεῖ τοῖς τοιούτοις δακτυλίων. πολλοῖς δὲ καὶ ὀφθαλμῶν πήρωσιν προηγόρευσε τὸ τοιοῦτον ὄναρ· ἔχει γάρ τινα συμπάθειαν τὰ ὄμματα πρὸς τοὺς δακτυλίους διὰ τὰς ψήφους. τὰ δʼ αὐτὰ τῇ ἐσθῆτι καὶ αἱ ὑποδέσεις σημαίνουσιν.