Ancient Greek
Book 2
Artemidorus, Onirocriticon 2.42
Not analysed yet
Κλίμαξ ἀποδημίας ἐστὶ συημαντικὴ καὶ μεταβάσεως, οἱ δὲ βαθμοὶ αὐτῆς καὶ προκοπὴν σημαίνουσι. λέγουσι δὲ ἔνιοι ὅτι καὶ κίνδυνον σημαίνουσι. Τάγηνον δὲ ζημίαν σημαίνει καὶ γυναῖκα λίχνον. Μύλος δὲ ταχεῖαν τῶν σκληρῶν καὶ πονηρῶν πραγμάτων λύσιν καὶ πιστὸν θεράποντα σημαίνει. Ὅλμος γυναῖκα σημαίνει, ὕπερον δὲ ἄνδρα. Ἀλεκτρυὼν ἐν μὲν πένητος οἰκίᾳ τὸν οἰκοδεσπότην, ἐν δὲ πλουσίου τὸν οἰκονόμον σημαίνει διὰ τὸ ἀνιστᾶν τοὺς ἔνδον ἐπὶ τὰ ἔργα.