Ancient Greek
Book 2
Artemidorus, Onirocriticon 2.41
Not analysed yet
Γῆ κινουμένη τὰ πράγματα καὶ τὸν βίον τοῦ ἰδόντος κινηθήσεσθαι σημαίνει, χάσματα δὲ καὶ σεισμοὶ καὶ συμπτώσεις πάντας ἀνθρώπους ἀδικοῦσι καὶ διαφθείρουσιν αὐτοὺς ἢ τὰ ὑπάρχοντα αὐτῶν. μόνοις δὲ τοῖς ἀποδημεῖν προῃρημένοις καὶ τοῖς καταχρέοις αἴσια καὶ δεξιὰ πάντα τὰ τοιαῦτα τετήρηται· τὰ γὰρ διαλυόμενα καὶ συμπίπτοντο οὐκέτι κατέχει ἐν τῇ προτέρᾳ χώρᾳ τοὺς ἰδόντας, ὅθεν καὶ δανείων καὶ δεσμῶν ἀπαλλάττει. Περὶ δὲ τῶν παραλελειμμένων ἐπʼ ἀμφοτέραις ταῖς βίβλοις περισσὸν μὲν λέγειν, ἐπειδὴ ἀπὸ τῶν γεγραμμένων κατὰ τὸ ὅμοιον τὰ ἄγραφα τεκμαίρεσθαι χρή· ὅμως δέ τι εἰρήσεται περὶ αὐτῶν.