Ancient Greek
Book 2
Artemidorus, Onirocriticon 2.44
Not analysed yet
Ἔτι καὶ τοῦτο. μεμνῆσθαι χρὴ ὅτι ὅσα τεράστιά ἐστι καὶ οὐδαμῶς ἐνδεχόμενα καὶ λόγον οὐκ ἔχοντα μεθʼ ἡμέραν γενέσθαι, ὡς Ἱπποκένταυρος καὶ Σκύλλα καὶ τὰ ὅμοια, ψευδεῖς τὰς ἐλπίδας καὶ ἀτελέστους ποιεῖ. Φαίνονται δὲ οἱ θεοὶ ἐν ἀνθράπων ἰδέᾳ τε καὶ μορφῇ, ἐπειδὴ νενομίκαμεν αὐτοὺς τὰ εἴδη ἡμῖν ἐοικέναι. κανονίζειν οὖν χρὴ τοὺς ἀγνοουμένους θεούς τε καὶ θεὰς ἀπὸ ἡλικίας ἢ ἀπὸ τῶν ἐκτὸς ἢ ἀπὸ τεχνῶν οὕτως. ἀπὸ μὲν ἡλικίας. οἷον παιδάριον ὀφθὲν καιρὸν σημαίνει τὸν μέλλοντα, νεανίσκος δὲ τὸν ἐνεστῶτα. καὶ πάλιν μειράκιον νέον τὸν Ἑρμῆν, νεανίσκος δὲ τὸν Ἡρακλέα, ἀνὴρ δὲ τὸν Δία, πρεσβύτης δέ τὸν Κρόνον, δύο μειράκια τοὺς Διοσκόρους, παρθένος Ἐλπίδα ἢ Ἄρτεμιν ἢ Ἀθηνᾶν Ἐλπίδα μὲν γελῶσα, Ἄρτεμιν δὲ σεμνοπροσωποῦσα, Ἀθηνᾶν δὲ γοργὸν ἐμβλέπουσα. γυνὴ δὲ νέα Τύχην, πρεσβῦτις δὲ Ἑστίαν· τρεῖς γυναῖκες Μοίρας, ὅταν ὦσιν ἐνδεδυμέναι· γυμναὶ δὲ Ὥρας, λουόμεναι δὲ Νύμφας. ἀπὸ δὲ τῶν ἐκτός. οἱ θεοὶ ἔχουσι παράσημα. οἱ τὰ αὐτὰ ἔχοντες, ἵνα μὴ καθʼ ἕκαστον λέγω, εὐσήμου ὄντος τοῦ λόγου, τοὺς θεοὺς τούτους σημαίνουσιν. ἀπὸ δὲ τεχνῶν. οἱ τὰς ἐπωνύμους τοῖς θεοῖς τέχνας ἔχοντες τοὺς τῶν τεχνῶν προϊσταμένους θεοὺς σημαίνουσιν. Ὀνείρους δὲ ἀποβεβηκότας καὶ τὰς ἀποβάσεις αὐτῶν οὐκ ἐνεδέχετο γράφειν ἐν τέχνῃ ὀνειροκριτικῇ καὶ ὑποθήκαις θεωρημάτων. οὐδέ μοι πιθανὰ ἐδόκει ταῦτα, καίτοι Γεμίνου τοῦ Τυρίου καὶ Δημητρίου τοῦ Φαληρέως καὶ Ἀρτέμωνος τοῦ Μιλησίου τοῦ μὲν ἐν τρισὶ βιβλίοις τοῦ δὲ ἐν πέντε τοῦ δὲ ἐν εἰκοσιδύο πολλοὺς ὀνείρους ἀναγραψαμένων καὶ μάλιστα συνταγὰς καὶ θεραπείας τὰς ὑπὸ Σαράπιδος δοθείσας.